εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός μου καρποφορίας ἥτις ἐστὶν ἡ ὠφέλεια τῶν πολλῶν. διὰ τοῦ νοός μου δέ· ἕνεκα, φησί, τοῦ νοός μου, τοῦ μὴ εἶναι ἄκαρπον αὐτόν, ἀλλὰ ἀπολαύειν καρποῦ τῆς ὠφελείας τῶν πολλῶν. 1Kor 14,30 Ὁ πρῶτος εἶπεν· οὐχὶ πρῶτος κατὰ τὸ ἀξίωμα τῆς προφητείας, ἀλλὰ καθὸ πρότερος αὐτὸς ἤρξατο λέγειν τοῦ μετ' αὐτόν. 1Kor 15,24-25 Παραδίδωσι δὲ οὐκ αὐτὸς στερούμενος ἀνόητον γὰρ λίαν καὶ ὑπονοεῖν, ὡς στασιάζουσαν μὲν εἶχεν, ἀπαλλάξας δὲ πόνοις ἰδίοις ταύτης ἐστερήθη ἀλλὰ παραδίδωσιν οἱονεὶ κοινωνὸν ποιεῖται τὸν πατέρα τοῦ ἰδίου κατορθώματος· κοινὰ γὰρ ἅπαντα τὰ τῆς τριάδος. εἰ γὰρ καὶ ὁ υἱὸς σεσάρκωται, ἀλλ' εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος· οὐκοῦν κοινὰ καὶ ἃ σαρκωθεὶς ὁ υἱὸς καὶ σταυρωθεὶς καὶ ἀναστὰς εἰργάσατο κατορθώματα. καλῶς οὖν φησιν· τὴν βασιλείαν παραδίδωσιν, τοῦτ' ἔστι κοινοποιεῖται καὶ εὐφραίνει τῷ 578 κατορθώματι. ὥσπερ γὰρ ὁ υἱὸς παραλαβὼν αὐτὴν στασιάζουσαν, οὐκ ἀφείλετο αὐτὴν τοῦ πατρός, οὕτω νῦν παραδιδοὺς οὐδ' αὐτὸς ἀφαιρεθήσεται αὐτῆς. παραδίδωσιν δέ, εἴποι τις ἄν, οὐκ ἔξω σκοποῦ καὶ οὐκ ἐφ' ᾧ μὴ ἔχειν, ἀλλ' ἐφ' ᾧ μὴ ταλαιπωρεῖσθαι περὶ αὐτὴν καὶ ἐφ' ᾧ μήτε συμμαχεῖν μήτε τροποῦσθαι, μήτε ἄλλο τι ποιεῖν ὧν τὰ μὲν πρὸ τοῦ πάθους, τὰ δὲ μετὰ τὴν ἀνάστασιν ὡς υἱὸς θεοῦ καὶ ἄνθρωπος γεγονὼς εἰς ἡμᾶς ἐπεδείξατο. παραδίδωσιν οὖν, ὡς ἔφημεν, οὐκ ἐφ' ᾧ μὴ ἔχειν ἀλλ' ἐφ' ᾧ μηκέτι τῶν εἰρημένων τι περὶ αὐτὴν ἐπιτελεῖν, ἐπεὶ καὶ παρείληφεν οὐκ ἐφ' ᾧ ἔχειν εἶχεν γὰρ ὥσπερ ὁ πατήρ ἀλλ' ἐφ' ᾧ πόνοις ἰδίοις στάσεως αὐτὴν καὶ τυραννίδος ἀπαλλάξει. Τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. εἶχεν ἀεὶ ὁ πατὴρ τὴν τῶν ἀνθρώπων βασιλείαν καὶ τὴν τῶν ἀγγέλων· ἀλλὰ τὴν μὲν τῶν ἀγγέλων ἀστασίαστον, τὴν δὲ τῶν ἀνθρώπων στασιάζουσαν καὶ πάθεσιν αἰχμαλωτιζομένην καὶ δαιμόνων ἐπηρείαις τυραννουμένην. ἀλλ' ὁ υἱὸς διὰ τοῦ οἰκείου πάθους ὃ ἐν σαρκὶ γεγονὼς ἀνεδέξατο, πᾶσαν ἐσάθρωσε τυραννίδα καὶ ἀσθενεστάτην εἰργάσατο καὶ τὸ αἰχμαλωτίζον ἐταπείνωσε καὶ ᾐχμαλώτισεν. ὅμως τῶν ἐν βίῳ καταρρᾳθυμούντων ἀνθρώπων ὥσπερ σπινθῆρές τινες τῆς κακίας διὰ τῆς ἡμῶν ἀμελείας ἀνάπτουσι καὶ ἀναφλέγονται. μετὰ δὲ τὸ τέλος, τῶν μὲν παθῶν πεπαυμένων, τῶν δὲ δαιμόνων κολαζομένων καὶ τῶν δικαίων ἀνενοχλήτων ἐν παραδείσῳ διαιτωμένων, παραδίδωσιν ὁ υἱὸς τῷ πατρὶ τὴν βασιλείαν ὡς κατορθώσας καθαρὰν καὶ ἀστασίαστον τυραννίδος. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν. τὸ βασιλεύειν ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλ' οἷον δεῖ αὐτὸν τὰ τοῦ βασιλεύοντος ποιεῖν, τοῦτ' ἔστι πολεμεῖν τοῖς ἐχθροῖς, συμμαχεῖν τοῖς ἰδίοις, τοὺς μὲν τροποῦσθαι, τοὺς δὲ ῥύεσθαι. Ἄχρις οὗ ἂν θῇ καὶ ἑξῆς. μετὰ γὰρ ταῦτα οὐδενὸς τῶν εἰρημένων χρεία· ἀστασίαστος γὰρ λοιπὸν ἡ βασιλεία. 1Kor 15,28 Τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται, τοῦτ' ἔστι τότε δείκνυται ἀληθῶς καὶ θεοπρεπῶς ὑποτεταγμένος, ὅτι ἐπλήρωσε τὸ πατρικὸν βούλημα παραστήσας τὴν βασιλείαν πάσης στάσεως καὶ τυραννίδος ἠλευθερωμένην. 579 1Kor 15,29-30 Ἐπεὶ τί ποιήσουσι, φησίν, οἱ βαπτιζόμενοι, ὥστε μὴ εἶναι διὰ παντὸς νεκροὶ καὶ ἐν τῷ ᾅδῃ κατέχεσθαι; οἷον· τῆς ἀναστάσεως, φησί, μὴ οὔσης οἱ ἐπὶ τοιαύταις ἐλπίσι βαπτιζόμενοι ὥστε μετὰ θάνατον ἀναστῆναι, τί ποιήσουσιν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται, ἵνα ἀναστῶσιν; αὐτὸς δὲ ἐπιπληκτικώτερον· ὑπὲρ τῶν νεκρῶν, φησίν, οἷον· οὓς ὑμεῖς διὰ τῆς ἰδίας δόξης ἀϊδίους νεκροὺς ἀπεφήνατε, νεκροὺς δὲ καὶ τοὺς ἄλλους καὶ ἑαυτούς, καὶ νεκροὺς αἰωνίους ἀποφηνάμενοι, τί βαπτίζεσθε ὑπὲρ ὑμῶν τῶν μηκέτι· καθ' ὑμᾶς ἀναστησομένων ἀλλ' ἀεὶ νεκρῶν ἐσομένων; ἐπ' ἄλλων δὲ προσώπων προάγει τὸν λόγον καὶ οὐχὶ ἐπ' αὐτῶν ἐκείνων, ἵνα μὴ πλέον καθαψάμενος εἰς ἀπόνοιαν ἐκκαλέσηται. Καθ' ἡμέραν ἀποθνήσκω, ὅσον ταῖς ἐπιφοραῖς τῶν θλίψεων καὶ πειρασμῶν καὶ τῇ καθημερινῇ ἐλπίδι τοῦ θανάτου. 1Kor 15,33 Ἢ ὅτι καὶ τὰ χρηστὰ ἤθη αἱ συνεχεῖς τῶν κακῶν ὁμιλίαι