19
τοιοῦτον φάρμακόν σοι παρηγορίας, παραμύθιον παρακλήσεως, αἰτοῦμεν, ἀντιβολοῦμεν εἰς τὸ ἐνεγκεῖν μακροθύμως τὰ συμβάντα, εὐχαρίστως τὰ λυπηρά, ὅπερ πεπείσμεθα ἐσχηκέναι σε. ἐπεὶ πόθεν ἄλλοθεν οἴσομεν τὴν ἐπιφοράν; εἶτα ὅτι κἀντεῦθεν τὰ μεγάλα κερδανοῦμεν, δι' ἀπραξίας εὐπραξίαν τὴν μείζονα, διὰ πενίας πλοῦτον τὸν ἀμετάπτωτον, δι' ἀδοξίας δόξαν τὴν ἀκήρατον. καὶ τάχα παρακληθήσονται καὶ αὐτοὶ οἱ κρατοῦντες εὐσεβεῖς ἡμῶν βασιλεῖς ὀψέ ποτε ἐπαναγαγεῖν σε εἰς τὰ οἴκοι καὶ ἀποδοῦναι τὰ δέοντα. ἴσμεν γὰρ αὐτῶν τὸ φιλάνθρωπον καὶ εὐμετάμελον, ᾧπερ κιχρῶνται με γάλως ἐπὶ τοῖς τοιούτοις. ἕως δ' ἂν ἐπιμένῃς, παρακαλέσαι σε κύριος ὁ θεὸς παρακλήσει ὑπομονητικῇ καὶ εὐχαριστηρίῳ, ἀλλὰ καὶ πείσειεν αὐτοὺς τοὺς κρατοῦντας τὸ προειρημένον ἡμῖν πρᾶξαι ἐπὶ σοὶ καὶ ἀποδοῦναί σε τὸν περιπόθητον τοῖς φιλοῦσι σε.
13 {1Εἰς τὴν διακονίαν τῶν ἀπρονοητῶν}1
Ὅτι κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ὁ ἄνθρωπος ἔκτισται, ἀναγκαῖον τῇ
ἀνθρωπίνῃ φύσει, καθόσον ἐφικτόν, ὡς εἰκόνι τὰ τοῦ ἀρχετύπου μιμήματα ἐν ἑαυτῇ περιφέρειν. ἐπεὶ οὖν τὸ θεῖον ἐπὶ πάντα διήκει τὴν τῆς οἰκείας ἀγαθότητος πρόνοιαν, δίκαιον ἂν εἴη ἐκμιμεῖσθαι τὸ ἀνθρώπινον τὴν τῆς ἀρρήτου σοφίας προνοητικὴν ὡς δυνατὸν διοίκησιν. ὅθεν καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, εὐλαβῶς εἰς τὸ θεῖον ἀπιδόντες καὶ πρὸς τὸ ὁμόφυλον τὴν ἀγαπητικὴν διάθεσιν ἀναλαβόντες, καθήκαμεν ἑαυτοὺς εἰς τόδε τὸ εὐσεβὲς σύστημα, καθὼς ὑποτέτακται, πρόνοιαν ποιούμενοι τῶν ἀπρονοητῶν σκηνωμάτων, εἴτουν νενεκρωμένων καὶ ἐκ πενίας ἢ ἐκ ξενιτείας μὴ ἐχόντων πῶς ἐκκομίζεσθαι καὶ ἐνθάπτεσθαι ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων. Τῷ τοίνυν θείῳ τούτῳ τύπῳ ἐπερειδόμενοι ἑκάστῳ τε ἐνιαυτῷ ἐκ τῶν προσόντων παρὰ θεῷ δωρεῶν, ὁ καθεὶς ὡς ἔχει δυνάμεως, καταβολὴν ποιούμενοι πρός τε ἀγορασίαν ἐνταφίων καὶ [τὰ] τῶν εἰς ταφὴν ἄλλων συντελούντων, διορίζομεν ἐν Κυρίῳ τάδε, τούτων μηνυομένων ἢ θεωρουμένων κατὰ περίοδον πρὸς ἑκάστου τῶν συνειλεγμένων ἐν τῇ ἀδελφότητι. νεκρὸν ἄνθρωπον, τοῦτον τοῖς προσήκουσιν ἐνταφίοις ἐκκομίζεσθαι καὶ ἀποτίθεσθαι ἐν ταῖς ἀποτεταγμέναις ἡμῖν ὁσίαις θήκαις. καὶ μὴν διὰ τοῦ ἐνιαυτοῦ, ἀρχῇ τε ἰνδίκτου καὶ διὰ τῆς ἐν τῇ Πεντηκοστῇ πολυημερίας ἐπιτελεῖν ἡμᾶς κοινῶς τὰ μνημόσυνα πάντων τῶν κηδευθέντων, ποιούντων ἡμῶν ἐν ταὐτῷ ἐκ τῆς συνεισφορᾶς καὶ ἀγάπην παρακλήσεως σωματικῆς, μὴ μέντοι ἔξω τῶν νενομισμένων τῆς αὐταρκείας ὅρων, ὡς ἢ πολυοινίᾳ ἢ πολυφαγίᾳ ἐξορχεῖσθαι ἡμᾶς τὰ ἐπιτελούμενα μνημόσυνα· ἀλλὰ μετ' εὐλαβείας ἀναφερόντων ἡμῶν δοξολογίαν τῷ καταξιώσαντι ἡμᾶς θεῷ τὴν ὁσίαν ταύτην τελετὴν ποιήσασθαι, οὕτως ἐπὶ τὴν τῆς τραπέζης ἰέναι χρείαν, προσαναγινωσκομένου ἤδη τοῦ τόμου, ὡς ἂν καὶ ἐπ' αὐτῆς τῆς τροφῆς ἡμῶν τὰ ἀρεστὰ Κυρίῳ μεταδιώκειν, τὸ κατὰ περισσείαν διανεμόμενον πτωχοῖς, μὴ ἐμπολιτευομένων ἀργῶν ῥημάτων ἐν τῇ ἑστιάσει μηδὲ γελοιασμάτων, πολλοῦ γε εἰπεῖν παιγνίων, ὅπου γε οὐδὲ τῷ τυχόντι χριστιανῷ ἐνεργεῖν δέχεται ὁ λόγος. εἰ δὲ καὶ λαλεῖν δεήσειεν, ταῦτα ὅσα πρέπει χριστιανοῖς, τοῦ φυλάττεσθαι ἡμᾶς ὅρκον, τὸ ἀγάπην ἔχειν ἐν ἀλλήλοις, ἀλήθειαν ἐκ τοῦ στόματος προφέρειν, δόλου καὶ φθόνου ἀποδιδράσκειν, εὐποιίας τὸ κατὰ δύναμιν ἀντέχεσθαι, ἐπισκέψεις ποιεῖσθαι τῶν ἐν φυλακαῖς, τῶν ἐν ἀρρωστίαις, προσέχειν ταῖς ἀναγνώσεσιν καὶ ταῖς ἐν ἐκκλησίαις προεδρίαις, ἀλλήλους τῇ τιμῇ προηγεῖσθαι καὶ μάλιστα ἱερεῖς τε θεοῦ καὶ μοναστάς, φιλοξενίαν μεταδιώκειν, πορνείας καὶ μέθης τὸ καθόλου ἀπέχεσθαι, τὴν ὀρθόδοξον πίστιν κατέχειν, αἱρετικῶν κοινωνίας ἀποφεύγειν. καὶ γὰρ ἡ τῶν τοιούτων λαλιὰ