τῆς τρίτης τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται, οἷον ὁ ποιῶν τοῦ ποιοῦντος, ὁ νοῶν τοῦ νοοῦντος, ὁ τελῶν τοῦ τελοῦντος, ὁ στεφανῶν τοῦ στεφανοῦντος· ἡ δὲ γενικὴ τῆς μετοχῆς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων τῷ ˉω παραλήγεται, οἷον βοῶν βοῶντος, γελῶν γελῶντος, περῶν περῶντος. Καὶ εὐλόγως ἐπὶ μὲν τῆς πρώτης καὶ τρίτης συζυγίας τῶν περισπωμένων τῇ ˉοˉυ διφθόγγῳ παραλήγεται ἡ γενικὴ τῆς μετοχῆς, ἐπὶ δὲ τῆς δευτέρας τῷ ˉω· ἡ γὰρ συναίρεσίς ἐστιν ἡ αἰτία· καὶ γὰρ ποιέων ποιέοντος, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ποιοῦντος, ὥσπερ ∆ημοσθένεος ∆ημοσθένους, καὶ πάλιν χρυσόων χρυσόοντος, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται χρυσοῦντος, ὥσπερ νόος νοῦς· καὶ πάλιν ἐστὶ βοάων βοάοντος, καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω γίνεται βοῶντος, ὥσπερ ἐτύψαο ἐτύψω, ἐλούσαο ἐλούσω. Ἐπὶ δὲ τῶν περισπωμένων τῶν ὄντων μέλλοντος χρόνου ἡ γενικὴ τῆς μετο χῆς τῇ ˉοˉυ διφθόγγῳ παραλήγεται, οἷον κερῶν κεροῦντος, τιλῶν τιλοῦν τος, μιανῶν μιανοῦντος, ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων, ὥσπερ ποιῶν ποιοῦντος, νοῶν νοοῦντος. Ταῦτα μὲν ἐν τούτοις. Προστίθησι δὲ ὁ τεχνικός, ὅτι ὁ [δὲ] λόγος ἁρμόζει καὶ ἐπὶ τῶν εἰς ˉμˉι, οἷον τιθείς τιθέντος, καὶ ἀποβάλλει τὴν ˉτˉοˉς συλλαβὴν καὶ πρὸ τοῦ ˉν λαμβάνει τὸ ˉμ καὶ τὸ ˉε, καὶ ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τίθεμεν, καὶ κιχράς κιχράντος κίχραμεν, διδούς διδόντος δίδομεν, ζευγνύς ζευγνύντος ζεύγνυμεν. Τύπτετε. Τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε ποιοῦσι τὸ δεύτερον πρόσωπον, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ πουσιν αὐτήν· καὶ ὅσα μὲν ἔχουσι τὴν μετοχὴν εἰς ˉς, ταῦτα φυλάττουσι τὴν παραλήγουσαν, οἷον ἐτύψαμεν ἐτύψατε, ἐπειδὴ τύψας ἐστὶν ἡ μετοχή, ἐτύφθημεν ἐτύφθητε, ἐπειδὴ τυφθείς ἡ μετοχή, ἐδίδομεν ἐδίδοτε, ἐπειδὴ διδούς ἡ μετοχή· ἔστι δὲ ἐπὶ τῶν εἰς ˉω ῥημάτων, τῶν ἐχόν των δηλονότι εἰς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, ἡ μετοχὴ εἰς ˉς ἐπὶ παρακειμένου καὶ ὑπερσυντελίκου ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως, οἷον τετυφώς τετυπώς, καὶ ἐπὶ ἀορίστου πρώτου ἐνεργητι κοῦ, οἷον τύψας, καὶ ἐπὶ τῶν δύο ἀορίστων τῶν παθητικῶν, τουτέστι τοῦ πρώτου καὶ δευτέρου, <οἷον> τυφθείς τυπείς. Τρέπουσι δὲ τὴν 36 παραλήγουσαν, ὅσα οὐκ εἰς ˉς ἔχουσι τὴν μετοχήν, ὡς ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτομεν τύπτετε, ἐτύπτομεν ἐτύπτετε, τύπτων γὰρ ἡ μετοχή· καὶ ἐπὶ τῶν μελλόντων, οἷον τύψομεν τύψετε, τύψων γὰρ ἡ μετοχή, τυποῦμεν τυπεῖτε, τυπῶν γὰρ ἡ μετοχή, κεροῦμεν κερεῖτε, κερῶν γὰρ ἡ μετοχή, εὐφρανοῦμεν εὐφρανεῖτε, εὐφρανῶν γὰρ ἡ μετοχή· καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, οἷον ἐλά βομεν ἐλάβετε, λαβών γὰρ ἡ μετοχή, ἐδράμομεν ἐδράμετε, δραμών γὰρ ἡ μετοχή. Ταῦτα δὲ εἴρηται ἐπὶ τῶν εἰς ˉω· τὰ γὰρ εἰς ˉμˉι λήγοντα ἐπὶ μελλόντων μόνον τρέπουσι τὴν παραλήγουσαν· τούτου γὰρ μόνου, φημὶ δὴ τοῦ μέλλοντος, ἡ μετοχὴ οὐκ εἰς ˉς, ὡς κατὰ μέρος ἔχομεν γνῶναι τὴν κλίσιν διεξιόντες, οἷον θήσομεν θήσετε, θήσων γὰρ ἡ μετοχή. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐπὶ τοῦ χρυσοῦμεν χρυσοῦτε ἡ μετοχὴ οὐκ εἰς ˉς, χρυσῶν γὰρ ἡ μετοχή, διατί οὐκ ἐτράπη ἡ παρα λήγουσα ἀλλ' ἐφυλάχθη. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ συναίρεσίς ἐστιν ἡ αἰτία τοῦ εὑρεθῆναι τὴν ˉοˉυ δίφθογγον καὶ ἐν τῷ πρώτῳ <προσώπῳ> καὶ ἐν τῷ δευτέρῳ· κατὰ τὴν παραλήγουσαν γὰρ χρυσόομεν χρυσόετε, τῆς παρα ληγούσης τραπείσης διὰ τὸ μὴ ἔχειν τὴν μετοχὴν εἰς ˉς, χρυσόων γὰρ ἡ μετοχή, καὶ λοιπὸν κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται χρυσοῦμεν, ὥσπερ νόος νοῦς, καὶ πάλιν κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται χρυσοῦτε, ὥσπερ τὸ ἐμόν τοὐμόν· καὶ λοιπὸν ἡ κρᾶσις καὶ ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ εἰς τὴν ˉοˉυ δίφθογγον γινομένη παρέσχεν ὑπόνοιαν, ὅτι ἐφυλάχθη ἡ παρα λήγουσα τοῦ πρώτου προσώπου καὶ ἐν τῷ δευτέρῳ· τὰ γὰρ περισπώ μενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον βοάομεν βοάετε, βοάων γὰρ ἡ μετοχή, καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω