ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦντες τὸν Κύριον ἀποκτείνειν· ταῦτα καθ' ἑαυτῶν προεκαλέσαντο, βοῶντες κατὰ τοῦ Σωτῆρος· ἐν τούτοις κατε 28.245 κρίθησαν θελήσαντες κρῖναι τὸν Κύριον. Καί μοι παρελθὼν ὁ βουλόμενος γενέσθω δικαστὴς, οὐκ ἐξ ἀφανῶν πραγμάτων, ἀλλ' ἐκ τῶν γιγνομένων τὴν ἀλήθειαν ἀναλογιζόμενος. Καὶ σκοπείτω, τίς μὲν ὁ τοῦ Κυριακοῦ θανάτου καρπὸς, τί δὲ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων τὸ κέρδος. Ὁ μὲν γὰρ θάνατος τοῦ Σωτῆρος τὴν οἰκουμένην ἠλευθέρωσε, καὶ τὰ ἔθνη τὸν Θεὸν ἐδόξασεν· ὁ δὲ τῶν Ἰουδαίων θυμὸς σὺν αὐτοῖς τοῖς Ἰουδαίοις ἀπώλεσε καὶ τὴν πόλιν, καὶ τῆς θεογνωσίας αὐτοὺς ἐτύφλωσε. Καὶ ὁ μὲν θάνατος τοῦ Κυρίου τοὺς νεκροὺς ἐζωοποίησεν, ἡ δὲ τῶν Ἰου δαίων ἐπιβουλὴ τῆς ζωῆς αὐτοὺς τοὺς Ἰουδαίους ἐστέρησε, καὶ νῦν εἰσι χωρὶς τοῦ Κυρίου. Καὶ ὁ μὲν σταυρὸς τοῦ Σωτῆρος τὴν Ἐκκλησίαν τῶν ἐθνῶν ἔρημον οὖσαν κατῴκησεν· Ἰουδαῖοι δὲ τῇ κακίᾳ ἑαυ τῶν καὶ τῆς οἰκουμένης ἑαυτοὺς ἐρήμωσαν, καὶ νῦν εἰσιν οὐκ ἔχοντες πόλιν. Καὶ πάλιν ὁ μὲν θάνατος τοῦ Σωτῆρος τὴν βασιλείαν τῶν οὐρανῶν ἀνέδειξεν· Ἰουδαῖοι δὲ τῷ θυμῷ καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπώλεσαν, καὶ τοὺς μεγιστᾶνας κατέβαλον. Πρὸς τούτοις ὁ σταυ ρὸς τοῦ Κυρίου ἀγγέλους συνῆψε τοῖς ἀνθρώποις, καὶ μεσίτης τῆς φιλίας αὐτῶν γέγονεν· Ἰουδαῖοι δὲ ἐπι βουλεύοντες ἐκέρδαναν τὴν μετὰ δαιμόνων κατοίκη σιν. Καὶ ὁ μὲν θάνατος τοῦ Χριστοῦ ἐκούφισε τὴν τῶν ἀνθρώπων διὰ τὴν ἁμαρτίαν ἀλογίαν· Ἰουδαῖοι δὲ ἠλογίσθησαν τῷ θυμῷ, καὶ νῦν μετὰ σειρήνων, καὶ ἐχίνων, καὶ στρουθῶν τοῖς τρόποις συνανα στρέφονται, ἀλλόκοτον ἔχοντες καὶ οὕτως τὸν τρόπον, ὡς ὀνοκένταυροι. Καὶ γὰρ ἀντὶ τοῦ νόμου, ἀνομία παρ' αὐτοῖς ἐστιν· ἀντὶ δὲ πραότητος, «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» Καὶ ὅλως οὐδέν ἐστι παρ' αὐτοῖς, ὃ μὴ θάνατον αὐτοῖς κατεργάζεται. Ἆρ' οὖν οὐκ ἄξιον τῷ θανάτῳ προσκεῖσθαι, καὶ ἀφιέ ναι τῶν Φαρισαίων τὸ συνέδριον; Ἆρ' οὖν οὐκ ἄξιον τῷ σταυρῷ μᾶλλον προσκυνεῖν ἢ τὴν Ἰουδαίων καὶ τοῦ κόσμου κερδάναι φιλίαν; ∆ιὰ τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλος γέγραφε· «Τὰ πάντα ἥγημαι ζημίαν, ἵνα κερδάνω Χριστόν·» διὰ τοῦτο καύχημα ἡγεῖται τὸν σταυρὸν, λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.» ∆ιὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν· «Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος, οὐδὲ δύναταί μου μαθητὴς εἶναι.» Ἀλλ' ἐνταῦθα πολλῆς ἀσφαλείας ἐστὶ χρεία, μήποτε κατὰ τοὺς Ἰουδαίους αἵρωμεν τὸν σταυρὸν, καὶ μὴ κατὰ τὸν Παῦλον. Ὁ μὲν γὰρ Παῦλος ὡς τρόπαιον τῆς ἁμαρτίας ἐφόρει τὸν σταυρόν· οἱ δὲ Ἰουδαῖοι ἐπὶ τῷ τὸν Κύριον ἀνελεῖν. ∆ιὰ τοῦτο ἀσφα λίζεσθαι χρὴ καὶ νήφειν, μήποτε, κατηγοροῦντες Ἰουδαίων, τὰ αὐτὰ αὐτοῖς κατὰ τοῦ Κυρίου πράτ τωμεν. Πολλοὶ γὰρ προσκυνοῦντες τὸν Κύριον, καὶ 28.248 ἀναξίως αὐτοῦ πολιτευόμενοι, ἀγνοοῦσιν ὑπεύθυνοι γινόμενοι τοῦ θανάτου τοῦ Σωτῆρος· «Ὃς» γὰρ «ἂν ἐσθίῃ τὸν ἄρτον, καὶ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχός ἐστι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου,» ὁ Ἀπόστολος μαρτύρεται. Οὕτως· «Καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἀγαπᾷ τὸν Κύριον,» ἀλλ' ὥσπερ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς οὕτως ἐμίσει τοῦτον. Ὁ δὲ τὸν πένητα ἐξουθενῶν ἀτιμάζει καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Κύριον· τοῦτο λέγει Σαλομών· «Ὁ ἐξουθενῶν τὸν πένητα, ἀτιμάζει τὸν ποιήσαντα αὐτόν.» Ὁ παρορῶν πένητα πεινῶντα καὶ διψῶντα καὶ γυμνὸν, ὅμοιός ἐστι τοῖς Ἰουδαίοις, τοῖς καὶ τὸν Κύριον ἐκδύσασι, καὶ ποτίσασιν αὐτὸν ὄξος καὶ χολήν. Καὶ ὁ λαμβάνων δῶρα ἐπ' ἀθώοις οὐκ ἔστιν ἄλλος τοῦ πωλήσαντος τὸν Κύριον, ὡς ὁ Ἰούδας· καὶ αὐτὸς γὰρ τὴν δικαιοσύνην, ἥτις ἐστὶν ὁ Κύριος, πωλεῖ, ὡς ἐκεῖνος τὸν Χριστόν. Καὶ ὁ μὴ κρίνων ὀρφανῷ, καὶ τὸ δίκαιον
21