δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὸν βασιλέα εὐφήμουν. ἐφ' οἷς ἀναθαρσήσας ὁ βασιλεὺς πυρφόρους ναῦς κατὰ τῶν τοιούτων στόλων ἐξέπεμψε καὶ πάσας αὐτῶν τὰς ναῦς ἐνέπρησεν. ἐκεῖθεν λαφυραγωγήσαντες καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς ὅπλων καὶ δαπανημάτων καταφορτισθέντες πρὸς βασιλέα ὑπέστρεφον. Τούτῳ τῷ χρόνῳ Σέργιος ὁ πατρίκιος ὁ τῆς Σικελίας στρατηγὸς καὶ οἱ τὰ ἑσπέρια οἰκοῦντες, τὰ περὶ τὸ Βυζάντιον καὶ τὸν βασιλέα αὐτὸν ἀπογνόντες τῆς γενομένης τῶν πολεμίων χάριν κατ' αὐτῶν ἐφόδου, ἴδιον στέφουσι βασιλέα τῶν ὑπηρετῶν τινα Σεργίου, Βασίλειον τοὔνομα, υἱὸν γεγονότα Γρηγορίου τὸ ἐπίκλην Ὀνομαγούλου, Τιβέριον αὐτὸν ὀνομάσαντες. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς Παῦλον τὸν πατρίκιον στρατηγὸν Σικελίας προβάλλεται ἅτε πιστὸν καὶ οἰκεῖον ὑπάρχοντα καὶ τακτικῶν ἔμπειρον, καὶ πρὸς Σικελίαν ἐκπέμπει. οὗ τινος ἐκεῖσε καταλαβόντος Σέργιος φυγὰς ἐκεῖ 55 θεν οἴχεται καὶ πρὸς Λογγουβάρδους γίνεται, Παῦλος δὲ ἐν τῇ νήσῳ λαὸν περιαθροίσας τὰ βασιλέως ὑπαναγινώσκει γράμματα, δι' ὧν εἰς πίστωσιν ἐλθόντες τόν τε βασιλέα εὐφήμησαν καὶ Βασίλειον καὶ τοὺς ὑπ' αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους αὐτῷ παραδεδώκασιν. ὁ δὲ τούτους παραλαβὼν Γεώργιόν τινα καὶ ἑτέρους ἀνεῖλε καὶ τούτων τὰς κεφαλὰς πρὸς τὸν βασιλέα ἀνέπεμψε, τοὺς δὲ ἄλλους σὺν πληγαῖς καὶ αἰκίαις πολλαῖς, ὧν δὲ καὶ τὰς ῥῖνας ἐκτεμών, ὑπερορίαις παρέπεμψε. Σέργιος δὲ τῆς ἑαυτοῦ σωτηρίας λόγον αἰτήσας πρὸς τὸν Παῦλον ἐκομίσθη. ἐντεῦθεν τὰ τῆς ἑσπέρας πράγματα ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ κατέστη. Μετὰ τοῦτο τίκτεται υἱὸς τῷ βασιλεῖ, ὃν ἐπωνόμασε Κωνσταντῖνον. πεντεκαιδεκάτῃ δὲ τοῦ ἐπεισιόντος μηνὸς Αὐγούστου πάντα τά τε ἱππικὰ καὶ πλόϊμα τῶν Σαρακηνῶν ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς ἀποβαλόντες ὑπό τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθείσας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς τὴν Κύπρον σκεδασθεισῶν, ἑτέρων δὲ καὶ αὐτάνδρων τῷ βυθῷ παραδοθεισῶν. Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει τοιάδε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπίκλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ' αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τοῖς κατὰ γνώμην συμπράξειεν, ἀναπείσῃ δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κων 56 σταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσώην πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγεμόνα, καὶ Θεόκτιστον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ' οὓς ἐβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἑτοίμους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ ὡς βασιλέα ὑποδέχεσθαι. τὰ γραφέντα οὖν εὐθὺς τῷ βασιλεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χειροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. καὶ Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς κεφαλὰς ἐξέτεμε, τοὺς δ' ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ δημεύσας ἐξορίαις ἀπέπεμψεν. Ἀρτέμιος δὲ ἅμα Σισιννίῳ τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις Ἡρακλείας καταλαμβάνει, σὺν αὐτοῖς δὲ καὶ ἅπερ ἦγον ἐκ Θεσσαλονίκης ἀκάτια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι. γράφει δὲ Βουλγάροις ὁ βασιλεὺς ὡς τὴν εἰρήνην μᾶλλον ἀσπάσοιντο καὶ τοὺς ἐχθροὺς προδοῖεν. οἱ δὲ εἰς ἀπολογίαν κατέστησαν συγγνώμην αἰτήσαντες καὶ τὰ πρὸς εἰρήνην ὑπισχνούμενοι. καὶ τὸν μὲν Ἀρτέμιον σὺν τῷ ἀρχιερεῖ Θεσσαλονίκης καὶ ἄλλους πλείστους δεσμώτας πρὸς βασιλέα πέμπουσι, καὶ Σισιννίου τοῦ πατρικίου τὴν κεφαλὴν ἐκτεμόντες ὡσαύτως στέλλουσιν οὕτω τε πρὸς τὴν ἑαυτῶν ἀπεχώρουν. Ἀρτέμιον δὲ σὺν τῷ ἀρχιεπισκόπῳ παραλαβὼν ἐν τῷ λεγομένῳ κυνηγίῳ ἀπέτεμεν. ἱππικὴν δὲ