01 Καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρθῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους λῃσταῖς.
02 Αὐτῷ τῷ κυρίῳ οὐκ ἂν ἐπείσθην, ἄλλον θεὸν καταγγέλλοντι παρὰ τὸν δημιουργὸν
06 Οὔτε στενοχωρία παρὰ θεῷ οὔτε ἀναρίθμητόν τι.
07 Οὐ τὸν θεὸν βλάψομεν ἀγνοοῦντες αὐτόν, ἀλλ' ἑαυτοὺς ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας.
Not translated
Ἐνέργεια πάσης οὐσίας ἐστὶν ἡ προσφυὴς αὐτῇ ποιότης. Ἐνέργεια φυσική τε καὶ συστατική ἐστιν ἡ ὁριστικὴ διαφορὰ τῆς τοῦ δηλουμένου πράγματος φύσεως, ἧς χωρὶς κατ' οὐδὲν οὐδὲν παντελῶς ἔχει τὴν τοῦ πῶς εἶναι διάγνωσιν. Ἐνέργεια φυσική ἐστιν ἡ οὐσιώδης καὶ συστατικὴ πάσης οὐσίας ποιότης, ἧς τὸ ἐστερημένον καὶ πάσης οὐσίας ἐστέρηται. Ἐνέργεια φυσική ἐστι δύναμις οὐσιώδης, μηδεμίαν ἑτέρου πρὸς ἕτερον ἐπιδέχεσθαι συγχωροῦσα κατὰ τὴν οὐσίαν ἀλλοίωσιν. Ἐνέργεια φυσική ἐστιν ἡ ἀμιγῆ τὴν οὐσιώδη πάντων πρὸς ἅπαντα διάκρισιν σώζουσα δύναμις.