1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

24

νότων τὸ πέλαγος, ἀλλ' ἐφ' ἡμέ ραις, μέχρις ἂν ἐκεῖνοι κατὰ τὴν Ῥαιδεστὸν ἐξοκείλαντες ὑπὸ χεῖρα γένοιντο τοῖς τυχοῦσι. Καὶ ταῦτα μὲν μετὰ χρόνους πέπρακται, τῆς δ' ἀκολου θίας διδούσης τοῦ λόγου ἐνταῦθα προανατέτακται. ἡμῖν δὲ ἰτέον πρὸς τὰ ἑξῆς. ἔμπης δὲ προσθετέον καὶ τοῦτο σφίσιν· ἐπικοινωνεῖ γὰρ τοῖς προανατεταγμένοις. ὀγδόου γὰρ ἐκ τούτου 76 χρόνου διανυσθέντος, καὶ τῶν οἰκείων αὐτοῦ δὲ ζητούντων τῷ πρεσβεύεσθαι παρὰ βασιλέα καὶ καθυπισχνεῖσθαι τὰ μεγάλα, εἰ μόνον ἀνεῖτο τῶν φυλακῶν καὶ πρὸς αὐτοὺς γένοιτο, ὁ μὲν κρα τῶν ἀνήρτα τὰ περὶ τούτου, καὶ λόγοις οἰκονομίας οὔτε πάμπαν ἀνήνατο οὔτε μὴν κατένευεν ἐς τὸ παντελές. τὰς γοῦν τοιαύτας ἀναβολὰς μανθάνων ἐκεῖνος βουλὴν βουλεύεται κακίστην μᾶλλον ἢ συνετήν. ἐγγειτονῶν γὰρ τῶν ἀνακτόρων ἐγκεκλεισμένος ὅπου δὴ καὶ βασιλεὺς ᾤκει, ἔγνω πῦρ ἐνιέναι τοῖς οἴκοις, ὡς δή τι γενναῖον ποιούμενος τὸ εἰς τοιοῦτον ἀναρρίπτειν κίνδυνον. καὶ δὴ νυκτὸς ἀωρὶ κάγκανα ξύλα ἑτοιμασάμενος, ὡς δῆθεν θερμαί νοιτο (χειμῶνος γὰρ ἐπράττετο ταῦτα, περί που Σκιρροφοριῶ νος τὰ μέσα, ὅς ἐστιν ὁ ∆εκέβριος), τὰς θύρας τῆς εἱρκτῆς ἀσφαλισάμενος ἔνδοθεν πῦρ ἐνίησιν, ὃ δὴ καὶ τῆς ὥρας κατατα χῆσαν ἐξῆπτε καὶ τοῖς ἐκτὸς δῆλον ἦν. φθάνει δὲ καὶ τὸν βασιλέα ἀγρυπνοῦντα ἔτι τὸ γεγονός. καὶ ὃς τοὺς ἀμυνουμένους οὐκ ἐκεῖνον ἀλλὰ τὸ πῦρ εἰς κατάσβεσιν ἀπέπεμπε. καί τις τῶν ἄλ λων ἐκτομίας Κάρβας λεγόμενος προφθάσας ταῖς θύραις προσή 77 ραττεν ὡς ἀνοίξων· ὡς δ' οὐκ ἦν ἀνοίγειν ἠσφαλισμένας, ἀξί ναις τὰς θύρας αὐτοῖς μοχλοῖς καὶ βαλανάγραις ἐξετίνασσον. οὔπω δὲ καλῶς ὁ ἐκτομίας ἔφθη οὐδοῦ ἐπιβεβαώς, κἀκεῖνος ἔν δοθεν τῇ μαχαίρᾳ προσυπαντᾷ, καὶ τοῖς σπλάγχνοις ταύτην ἐμ βάλλει καὶ αὖθις ἄλλην καὶ τρίτην ἐπὶ ταύταις, καὶ νεκρὸς ὁ πληγεὶς αὐτίκα. καὶ εὐθὺς πολλοὶ μὲν ἐσερύησαν, τὸ δὲ πελεκυ φόρον τάγμα βασίλειον, ἀγαιόμενοι τῷ συμβάντι, πελέκεσιν ἐκεῖνον ἀνηλεῶς κατακτείνουσι, καὶ τὸν οὕτως ὑπὸ τρυφῇ τρα φέντα ἔξω που ἐκβεβλημένον κατὰ τὴν ἀργυρᾶν λεγομένην εἰκαίως πως καὶ ὡς ἔτυχε θάπτουσιν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, εἰς δεῖγμα τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὅτι σκιαῖς μᾶλλον ἢ τούτοις πιστεύειν ἄμεινον.

28. Ἐπηλήθευσε δὲ τοῖς τότε τετελεσμένοις καί τι συμ βὰν φοβερὸν μὲν ἰδεῖν φοβερὸν δ' ἀκοῦσαι, οὗ δὴ καὶ ἄλλος ἄλλο τι ἂν αἰτιάσαιτο καὶ ἄλλο ἄλλος, οὐδεὶς δ' ἂν οἶμαι εὔστο χον θείη τὴν κρίσιν, κἂν πολλὰ κάμοι προσερευνῶν· τίς γὰρ ἔγνω νοῦν κυρίου, εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφί κετο; φησὶν ὁ Ἰώβ. τὸ δ' αὖ ἐκ τοῦ παρεικότος ἐπὶ τοῖς θείοις τοιαῦτα γίνεσθαι λέγειν ἢ καὶ δοξάζειν οἷα δὴ καὶ ἐροῦμεν, μα 78 νίαισιν ὑποκρέκει, φησὶ Πίνδαρος. ἐμοὶ δ' ἅπαξ ἐμαυτὸν κα θεικότι εἰς ἀγγελίαν τῶν γενομένων, ἤν που καὶ παρὰ τὸ εἰκὸς γέγονεν, οὐ δικαίως ἂν καὶ παραιτητέον εἴη ὅ τι λέγοιμι. νέμει γὰρ τὸ θαρρεῖν ἡ ἀτρέκεια. καὶ οὐδὲν χεῖρον, οἶμαι, ὑπὸ τῶν ἀκουσόντων ἂν πάθοιμι λέγων ὧν ἐμαυτὸν ἴσως δράσαιμι μὴ εἰ πών. ἐκεῖθεν μὲν γὰρ δόξαν ἀποίσαιτ' ἄν τις τοῦ πάντ' ἐπέχειν ἐκ φιλαυτίας τοῖς τότε ξυμβᾶσι, καί γ' ἀνάγειν πρὸς ἕν τι τὸ μὴ κατὰ τρόπον ἐκεῖνα καὶ τἀσφαλὲς πεπρᾶχθαι· ἐντεῦθεν δὲ ἀλλ' εἰ μή τί γε πλέον, τῷ γοῦν ἑκόντα παρατρέχειν τὸ ξυμπε σὸν ἐκ δαιμονίου οἶμαι προνοίας ῥυπαίνοιτ' ἂν ἡ καθ' ἱστορίαν ἀλήθεια. τῷ τοι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις λεγέσθω, δεῖμα μὲν φέρον θεοῦ προνοίας, πρὸς ὅ τι δὲ φέροι ἢ παρελθὸν ἢ ἐσό μενον ὡς εἰκὸς ἀγνοούμενον. Ἡμέρα μὲν οὖν τῆς τυρινῆς κυριώνυμος τότ' ἐφίστατο, ἐκάλει δὲ τὸν ἐπ' ἐκκλησίας ἱερουργοῦντα τὸ σύνηθες· τὸ δ' ἦν τὸ προηγιασμέναις ἀναφοραῖς τὸ ἱερὸν πυξίον ἐς ὅ τι μάλιστα ἐμπιπλᾶν κατὰ χρείαν τῶν τεταγμένων λειτουργιῶν. ἐπεὶ γοῦν 79 τετέλεστο μὲν ἡ τῆς ἱερᾶς θυσίας ἀναφορά, ἀνεπτύσσετο δὲ τὸ πυξίον ἐφ' ᾧ τοὺς ἱεροὺς ἄρτους τεθῆναι, εὕρηταί τις εὐθὺς ἐν τὸς τῶν προηγιασμένων ἀναφορά, ἣν δὴ καὶ εἴκασέ τις ὁρῶν μίαν τῶν τριῶν ἐκείνων εἶναι, ἣν καὶ τῆς ἁγίας καὶ μεγάλης τε τράδος μέλλουσαν ἀναφέρεσθαι, συμβὰν τότε, καθὼς λέλεκται, μὴ τὰ τῆς ἱερᾶς τελεσθῆναι θυσίας διὰ