24
ακινος, καὶ πλεονασμῷ τοῦ ˉδ ἀκιδνὸς, ὁ μὴ κινούμενος. η παρὰ τὸ αἰκίζω, αἰκιανὸς, ὁ εὐτελὴς καὶ ἐν αἰκισμοῖς ων. Ακικυσ. ὁ ἀνισχυρός. alpha.100 ̓Ακκισμοί. προσποιήσεις καὶ ὑποκρίσεις, ἀπὸ ̓Ακκὼ, τινὸς Σαμίας μωρᾶς ουσης. Ακμηνοσ. αγευστος. ακμηνος δόρποιο. ̓Ακμαῖοσ. σφριγῶν· νεανίσκος. Ακμων. παρὰ τὸ κάμνω. ἀκάμων τὶς ων, ὁ ἀκαμάτως φέρων. ̓Ακμήτησ. ὁ νέος· ὁ ἀκμάζων, ὁ μὴ κοπιῶν. καὶ ἀκμῆτις. παρὰ τὸ κάμνω, ὁ δεύτερος ἀόριστος εκαμον, ἐξ αὐτοῦ καμὴς, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀκαμὴς καὶ συγκοπῇ ἀκμής. ̓Ακόλαστοσ. ἀκρατὴς, θρασὺς, η ὁ ἀπαίδευτος. παρὰ τὸ μὴ κολάσεως τετυχηκέναι, ο ἐστι παιδείας. ἐπὶ δὲ τοῦ κατωφεροῦς, παρὰ τὸ μὴ κολάσαι τὴν ἐπιθυμίαν. Ακολοσ. ὁ μικρὸς ψωμὸς, ὁ μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. ̓Ακόρητοσ. ὁ ἀνεπιμέλητος, η απλητος, παρὰ τὸ κόρος. τὸ δὲ κόρος παρὰ τὸ κορῶ, κορέσω, κορήσω, κεκόρηκα, κεκόρημαι, κεκόρησαι, κεκόρηται, κορητὸς καὶ ἀκόρητος. ̓Ακρατοπότησ. ὁ μέθυσος, ὁ τὸν ακρατον οινον ἀπλήστως πίνων. ̓Ακριβήσ. ὁ νέος. καὶ ἡ δι' ἀναγκαίων γινομένη, καὶ ων πᾶσα σπουδαίου ὑπόληψις εχει. ἀκριβὴς καὶ ὁ βέβαιος. λέγεται γάρ· ἀκριβὴς ζηλωτὴς τῆς τοῦ Μάνεντος δόξης. παρὰ τὸ κρίβω, κριβὴς καὶ ἀκριβής. καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται λαθεῖν. η παρὰ τὸ αχρι καὶ τὸ βαίνειν, ἀχριβὴς καὶ ἀκριβής. ὁ γὰρ ἀκριβὴς μέχρι καὶ τοῦ μικροῦ καταγίνεται. Ακριτοσ. ὁ ἀδιάκριτος. ουτως ∆ημοσθένης. ̓Ακρόβελισ. ειδος ἀκοντίου. ̓Ακροβολισμόσ. ἐρεθισμὸς, καὶ τὸ ακρον βάλλειν. ̓Ακρόβολοι. ἀκοντισταὶ, τοξόται. alpha.101 ̓Ακρόκομοι. μετρίως κομῶντες, η λίαν. η οἱ τὰ ακρα τῆς κεφαλῆς κομῶντες. ̓Ακρότομος λίθοσ. σκληρὸς, ὑψηλὸς, η ὀξύτατος. Ακρος, τέλειος, εἰς ακρον ἐληλακόσ. ̓Ακρέμων. ὁ κλάδος, ὁ βλαστὸς, παρὰ τὸ ακρον. η παρὰ τὸ κρέμω. ὁ αὐτὸς καὶ κρεμὼν λέγεται. ̓Ακρατήσ. ὁ εἰδὼς τὰ κακὰ, οτι φαῦλα, καὶ πράττων αὐτὰ δι' ἡδονήν. ̓Ακρόχολοσ. ὁ καθ' ὑπερβολὴν ὀξὺς καὶ πρὸς πᾶν ὀργίλος. ̓Ακροθόριξ. ὁ μέθυσος. ̓Ακραιφνήσ. κυρίως ὁ περιφανὴς, παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω, ἀκεραιοφανής· καὶ κατὰ συγκοπὴν ἀκραιφνὴς, τοῦ ˉο εἰς ˉα τραπέντος, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος. Ακρητοσ. ὁ ακρατος. ἐκ τοῦ κερῶ, κεράσω· συγκοπῇ κράσω, κρατὴρ καὶ κρητήρ. ἐκ δὲ τοῦ κεράσω, κρατὸς, ακρατος καὶ ακρητος. ̓Ακρατοκώθωνεσ. οἱ νέοι, οἱ πίνοντες τὰ ακρατα ἐκ τῶν κωθώνων. ̓Ακριτόμυθοσ. ὁ πολλὰ λέγων. κρινῶ, κέκρικα, κέκριται τὸ τρίτον τοῦ παθητικοῦ παρακειμένου, καὶ ἐξ αὐτοῦ κριτός· καὶ τὸ μῦθος, ἀκριτόμυθος. ̓Ακταί. οἱ ζωγράφοι. ̓Ακταίωροσ. παρὰ τὸ τὴν ἀκτὴν ὠρεῖν, ο ἐστὶ φυλάσσειν. ̓Ακοινώνητοσ. ὁ ἀκριβής. ̓Ακοίτησ. ὁ ἀνήρ· ακοιτις δὲ ἡ γυνή. ̓Ακύλλιοσ. κύριον. alpha.102 Ακυλοσ. τῆς πρίνου ὁ καρπός. εκυλος δὲ ειδος βοτάνης. Ακακοι. οἱ ἁπλούστεροι. καὶ ὁ ̓Απόστολος· τὰς καρδίας τῶν ἀκάκων. ̓Ακρήβησ. ὁ ἀκμάζων. ̓Ακριτόμυθοσ. τὰ εἰς ˉοˉς δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον. ̓Ακάθεκτοσ. ὁ ἀκατάσχετος. ην γὰρ ἀκάθεκτος ὁρμὴ περὶ αὐτὸν διὰ τὰς τῶν Περσῶν ἐπάρσεις. (Θηλυκόν.) ̓Ακακία. ἡ ἁπλότης, ἡ ἀγαθοσύνη. ̓Ακαλανθίσ. ειδος ὀρνέου, η ἡ κύων, παρὰ τὸ αἰκάλλειν ισως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους. ̓Ακαδημία. γυμνάσιον ἐν ̓Αθήναις, ἀπὸ ̓Ακαδή μου τινὸς ὠνομασμένου. λέγεται καὶ ἡ διατριβὴ τῶν φίλων. ̓Ακαλήφη. θαλάσσιον φυτὸν, δῆξιν καὶ κνησμὸν ἐμποιοῦσα. η ἡ χερσαῖα κνίδη. παυσάμενον τῆς δυσκολίας, ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι. ἀκαλήφη δὲ ἡ θαλάσσιος, ητις καὶ διὰ τοῦ ˉι γράφεται, εστι κογχυλίδιόν τι. ̓Αριστοφάνης· καὶ τὰς κραναὰς ἀκαλίφας- καὶ Φερεκράτης· βουλοίμην γὰρ κᾳν ἀκαλίφαις τὸν ισον χρόνον ἐστεφανῶσθαι. κατὰ ἀντίφρασιν δὲ ἀκαλήφη, ἡ εχουσα ἀκαλῆ τὴν ἁφὴν, ης οὐκ εστιν ἀκαλῶς, ο ἐστι ἡσύχως, απτεσθαι· τὰ δὲ διὰ τοῦ ιφη μονογενῆ διὰ τοῦ alpha.103 ˉι γράφεται, οιον· Σίφη, ἡ πόλις· ἀκρίφη, ἡ σκάφη. τὸ κνήφη, ἀκαλήφη σεσημείωται. ̓Ακάτειρα. ονομα πόλεως. Ακαψισ. ονομα πόλεως. ̓Ακαιή. ῥάβδος θαλασσία. Ακαινα. ῥάβδος. εστι δὲ μέτρον δεκάπουν, δι' ης κεντοῦσι τοὺς βόας· ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων. Ακανθα. ἀπὸ τοῦ ἀκῇ ἀνθεῖν, ο