νύκτωρ αὐτὸν καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε καττυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου ὅσοι τὰ αὐτὰ ἐφρόνουν, τὴν μὲν βασιλίδα ὑπερόριον τίθενται εἰς τὸ παρ' αὐτῆς συστὰν φροντιστήριον, Πιπερούδιον οὕτω καλούμενον, ἀποκείραντες καὶ μὴ βουλομένην, τὸν δὲ Μιχαὴλ μόναρχον ἀναγορεύσαντες αὐτοκράτορα ἔγραψαν ἁπανταχοῦ ἐπανιόντα τὸν βασιλέα μὴ ὑποδέξασθαι μήτε ὡς βασιλέα τιμῆσαι. Ἤρξατο δὲ τῆς ἀποκηρύξεως πρῶτος ὁ τῶν φιλοσόφων ὕπατος, ὁ Ψελλός, καθὼς καὶ αὐτὸς ἔν τινι τῶν ἰδίων συγγραμμάτων μεγαλαυχεῖ. Λέγεται δὲ ὅτι καὶ αὐτὴ ἡ βασιλὶς τοῦ αὐτοῦ σκοποῦ ἦν, ὥστε μὴ προσδέξασθαι τὸν ∆ιογένην ἐπανιόντα. Ἀπτέρῳ δὲ τάχει μαθὼν τοῦτο ὁ ∆ιογένης, καὶ πληροφορηθεὶς ὅτι κοινῶς ἀποκεκήρυκται, φρούριόν τι κατασχών, ∆όκειαν ὀνομαζόμενον, ἐκεῖσε ἐστρατοπεδεύσατο. Ὁ δὲ καῖσαρ τὰ τῆς βασιλείας, ὡς ἐδόκει, ἄριστα κρατυνόμενος, 153 τὸν πρόεδρον Κωνσταντῖνον, τὸν βραχύτερον τῶν υἱέων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ τοῦ ∆ιογένους ἀφίησιν, ὃς καὶ ἑνωθεὶς αὐτῷ ἐν τῇ ∆οκείᾳ ἀπεδειλία τὸν πόλεμον. Ὁρῶν δὲ ὁ ∆ιογένης ὑπερτεροῦντα τοῦ Κωνσταντίνου ἑαυτόν, ἄρας ἐκεῖθεν ἀφικνεῖται εἰς Καππαδοκίαν. Ἐν τοσούτῳ δὲ πλῆθος Φράγκων τῷ Κωνσταντίνῳ προσγίνεται, καὶ Κρισπῖνος αὐτὸς μετὰ τῶν ὁμογενῶν, ὃν ἀνιὼν ὁ ∆ιογένης ἐν Ἀβύδῳ περιώρισε πρότερον. Θεόδωρον οὖν πρόεδρον τὸν Ἀλυάτην, ἄνδρα γενναῖον καὶ ἐπιφανῆ, μεγέθει τε καὶ θέᾳ θαυμασιώτατον, στέλλει κατ' αὐτῶν. Ἐρρωμένως δ' ἀντιταξαμένων τῶν περὶ τὸν Κωνσταντῖνον ἡττῶνται οἱ περὶ τὸν Ἀλυάτην, ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται σκηνικοῖς σιδήροις. Περιώδυνος δὲ ὁ ∆ιογένης ἐπὶ τοῖς συμβεβηκόσι γεγονὼς εἰς τὴν Καππαδοκίαν ἐνέβαλε, πανταχόθεν τὸ στρατιωτικὸν προσκαλούμενος. Αὐτὸς δὲ διῆγεν ἐν τῷ Τυροποιῷ, φρούριον δὲ τοῦτο λίαν ἰσχυρὸν καὶ ἀπόκρημνον. Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιοχείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ ∆ιογένους οὐκ ἔσχεν ὑπακούοντα· προσέθετο γὰρ τῷ ∆ιογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνεται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχόλει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν ∆ιογένην ὑποχωρῆσαι ὑπέστρεψεν εἰς τὸ Βυζάντιον. Ἀντ' ἐκείνου δὲ στέλλεται κατὰ τοῦ ∆ιογένους ὁ πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. ∆ιανείμας δὲ τοῖς στρατιώταις σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν , ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναιροῦσιν οἱ τοῦ Ἀνδρονίκου. Τῶν δὲ ἄλλων συμφυγόντων εἰς Ἄδαναν, ἔνθα καὶ ὁ ∆ιογένης διέτριβε, πολιορκίᾳ τὴν πόλιν διέλαβεν ὁ Ἀνδρόνικος. Συνθηκῶν δὲ γενομένων ἐφ' ᾧ τὸν ∆ιογένην ἀποθέσθαι τὴν βασιλείαν τὴν τρίχα τε καρέντα διάγειν ἰδιωτικῶς , ἔξεισι τοῦ κάστρου μελανειμο 154 νῶν καὶ τὰ καθ' ἑαυτὸν ἀποκλαιόμενος. Νόστου δὲ εὐθὺς μιμνήσκεται ὁ Ἀνδρόνικος καὶ τὸν ∆ιογένην μεθ' ἑαυτοῦ ἐφελκόμενος μελανειμονοῦντα, ἐν εὐτελεῖ ὑποζυγίῳ ὀχούμενον δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χωρῶν αἷς τὸ πρὶν ἰσόθεος ἐγνωρίζετο. Μέχρι δὲ τοῦ Κοτυαείου τὴν ὁδοιπορίαν ὀδυνηρῶς ποιησάμενος ἦν γὰρ νοσηλευόμενος ἀπὸ κοιλιακῆς διαθέσεως ἐκ κωνείου προποθέντος αὐτῷ ἐξ ἐπιβουλῆς ἐπιγενομένης-ἐκεῖσε κατεσχέθη, ἄχρις ἂν ἐκ βασιλέως τὸ ποιητέον αὐτῷ ὁρισθῇ. Ἀλλ' ἧκεν ἡμέραις ὕστερον ἡ κατὰ τοῦ μάτην δυστυχοῦντος ἀπόφασις διοριζομένη τοὺς ὀφθαλμοὺς αὐτοῦ διορυγῆναι. Οὓς καὶ παραυτίκα ἐξορύττεται τῶν ἀρχιερέων, τῶν ἐπὶ τῷ δοῦναι λόγον συμπαθείας ἐσταλμένων, μηδόλως ἐπαρηξάντων αὐτῷ· οἵτινες ἦσαν ὅ τε Χαλκηδόνος, ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας Θεόφιλος, οὓς καὶ τῶν ὅρκων ὑπεμίμνησκε καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. Οἱ δέ, καίπερ βοηθῆσαι προαιρούμενοι, ἀσθενῶς εἶχον καὶ ἀδυνάτως ἀνδρῶν ὠμηστῶν καὶ ἀπηνῶν ἀναρπασάντων αὐτὸν καὶ τοὺς ὀφθαλμοὺς