ἑαυτοῖς τὸν ἐμὸν τρόπον μεμίμηνται. Ἀναβλέψατε δὲ καὶ πρὸς οὐρανὸν νυκτός, αἰθρίας ἐχούσης τὸ πᾶν, καὶ θεάσασθε ὡς οὐ πάντα τὰ ἄστρα ἀλλήλοις ἰσότιμα καὶ ἰσοφαῆ, ἀλλὰ τὰ μὲν μαρμαίρει καὶ ἀκτίνων ἀποστίλβει λαμπρῶν, τὰ δὲ βέβυσταί πως καὶ εἰκάζεται τὴν λαμπρότητα. ἡ δέ γε σελήνη-ἀλλ' οὐδὲ ὁ κύκλος αὐτῆς ὁλοφαὴς οὐδ' ὅμοιον αὐτῇ τὸ σχῆμα τοῦ φωτὸς ἐς ἀεί, καὶ οὔτε οἱ νότιοι τοῖς βορείοις βασκαίνουσιν ὅτι ἐφ' ὑψηλοτέρου μέρους αὐγάζουσιν οὔτε οἱ ἐφ' ἡμέρας δύνοντες τοῖς πάντῃ ἀδύτοις ἀντίθετοί εἰσιν-ἡ δέ γε σελήνη ὑπείκει τῷ τοῦ ἡλίου φωτὶ καὶ λαμπροτέρα μᾶλλόν ἐστιν ὁπότε ἐκεῖθεν αὐγάζοιτο· ὑπερέχων δὲ τῶν λοιπῶν ἀστέρων ὁ ἥλιος καὶ τῷ μεγέθει καὶ τῇ λαμπρότητι τὸ μὲν ἐκείνων ἀποκρύπτει φῶς διαυγάζων αὐτός, δυνάμεις δὲ ἐκείνοις παρ' ἑαυτοῦ τίθησιν, εἴ γε χρὴ τοῖς περὶ ταῦτα δεινοῖς πείθεσθαι, καὶ τάς γε ὥρας τῶν οἰκείων ὠδίνων πληροῦν πᾶσιν ἀνωμολόγηται καὶ βούλοιντ' ἂν ὑπ' ἐκείνῳ τετάχθαι καὶ τὰς παρ' ἐκείνου δυνάμεις ἔχειν καὶ λαμβάνειν τὸ φῶς ἀεὶ ἢ ἀντερίζειν αὐτῷ καὶ περὶ πάντων διαμιλλᾶσθαι. Ἐγὼ μὲν οὖν ἔχω τὰ νικητήρια καθ' ὑμῶν (αὐτοὶ ἂν φαίητε) καὶ βουλομένων καὶ μὴ βουλομένων κρατῶ. αἱροῦμαι δὲ παραχωρεῖν ὑμῖν πάντων ἐπιεικῶς ἔχουσι πρὸς ἐμέ, ἢ τὰ πάντων ἔχειν ἐξαίρετα βασκαι νόντων ὑμῶν· καὶ οὐδὲ ἀπογινώσκω τὴν τῆς γνώμης ὑμῶν μεταβολήν· καὶ περὶ τοὺς λόγους γὰρ τὴν πρώτην διημιλλᾶσθε, εἴθ' ὑπεξέστητε· οὕτω δή μοι κἀν τοῖς πράγμασι προβιβασθείητε, καὶ συντρέχειν πολλάκις αἱρούμενοι καὶ ἡττώμενοι ἄνω που τοῦ θεάτρου καθήμενοι θεαταὶ τοῦ ἐμοῦ δρόμου ἢ ἀνταγωνισταί μοι γενήσεσθε. 11 δε σερῃιτυτε α σεξρετις Ἐγώ, πολλάκις τῶν θείων ἀκούων χρησμῶν τῶν ἐνταῦθα πράξεων, χρηστῶν ἢ φαύλων, ἐς τὸ μέλλον ταμιευομένων τὰς ἀντιδόσεις, ἐκ πλήττομαι μὴ ἐνορῶν ἐν τοῖς λόγοις τὸ ἀληθές. ἔδει γάρ, ἐπείπερ ἡ τῶν ἀντιδόσεων διαφορὰ τῷ μέλλοντι βίῳ πεφύλακται, μὴ κἀνταῦθα ἢ τοὺς πονηροὺς κολάζεσθαι ἢ τιμᾶσθαι τοὺς ἀγαθούς· νῦν δὲ τῶν ἐκεῖθεν Ἠλυσίων πεδίων, ἵνα μὴ λέγω τῆς ἀμβροσίας τε καὶ τοῦ νέκταρος, πολὺ τὰ ἐνταῦθα τίμια ἐκείνων ὑψηλότερά τε καὶ τιμιώτερα, αὖθις δὲ τοῦ Πυριφλεγέθοντος καὶ τοῦ Κωκυτοῦ, καὶ εἴ τίς ἐστιν ἕτερος ποταμὸς βορβόρου ἀνάπλεως, καὶ τοῦ ἐν τῷ στομίῳ χάσματος τὰ ἐνταῦθα δεινὰ βαρύτερά τε καὶ χαλεπώτερα. καὶ οὐ τοῖς ἑτέρων λόγοις ὑπαχθεὶς πρὸς ταύτην γε ἤλυθα τὴν διάνοιαν, οὐδέ τινων τραγῳδίας ἀποδυρομένων μοι ἢ θρήνους, ὧν ὁ παρὼν βίος γεννήτωρ καὶ παροχεύς, ἐς τὸν παρόντα λόγον ἀπηυτομόληκα, ἀλλ' αὐτὸς πειραθεὶς τῶν δεινῶν καὶ οἴκοθεν ἔχων τὰ παραδείγματα. Ἐπεὶ γὰρ πονηρᾷ τινι μοίρᾳ καὶ κακοδαίμονι, τῇ καὶ γεννησάσῃ καὶ θρεψαμένῃ με, τῷ τῶν ἀσηκρῆτις ἐνηριθμήθην χορῷ καὶ τῆς ἐκ τοῦ δουλεύειν ἀνεπλήσθην κακώσεως, ἔγνων ὅσῳ τὰ θρυλλούμενα κολα στήρια τῶν ἐνταῦθα ἐπιπόνων καταδεέστερα. καὶ μὴ μέ τις οἰηθείη πᾶσαν τὴν ἐνταῦθα κάκωσιν τῶν ἐκεῖθεν ὑπεραίρειν δεινῶν· σφαγαὶ γὰρ ἴσως καὶ ἀνασκολοπισμοὶ καὶ ἀποτυμπανίσεις πρὸς τὰ ἐν ᾅδου συγκρινό μενα δείματα ἀσυγκρίτως ἐκείνων ἔλθοιεν δεύτερα, τῆς δὲ τῶν ἀσηκρῆτις δουλείας οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι τὸν τῆς γεέννης ὑπερκεῖσθαι φλογμόν· τί γὰρ τῆς ἐνταῦθα φλογὸς ἀνιαρότερον ἢ βαρύτερον; Πρῶτον μὲν γὰρ ὑπερπληθὴς ἡ ταλαιπωρία καὶ ἡ πρὸς τὸ γράφειν σύννευσις, ὡς μήτε τὸ οὖς κνᾶσθαι δύνασθαι, τοῦτο δὴ τὸ λεγόμενον, μήτε τὴν κεφαλὴν ὑπερᾶραι, μὴ ποτοῦ κατὰ καιρόν, μὴ βρώσεως γεύ σασθαι, μὴ τὸ σῶμα καθᾶραι λουτροῖς, εἰ μή τις τοῖς ἐκ φύσεως φήσειεν (ἱδρῶσι, φημί, βίᾳ τοῦ μετώπου καὶ τῆς κεφαλῆς καταρρέουσιν). ἔπειτα ὡς μεγάλη ἡ τούτων ἀντίδοσις-ὕβρεις, ἀπειλαί,