6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον, καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον. [vii 7] θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται, τοῦ ἐκ συμφωνίας. καὶ ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τινῶν ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν, ὅτε οὐκ ἀκαταταία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοιγε ὅτι χάρισμα ἐκ θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὴν καὶ ἐθνικοῦ πρὸς πιστήν; τοῦτο οὐκ ἂν εἴποιμι. οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ θεοῦ φθάνειν ἐπὶ τοὺς ἐθνικούς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος. Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος, καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον, λέγοντες τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου θεοῦ ὃν ἀνέ πλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἔστιν αὐτοὺς συμβιβάσαι ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι τῷ μὲν οὕτως τῷ δὲ οὕτως, χάρισμά ἐστι καὶ ὁ γάμος· εἰ χάρισμα καὶ ὁ γάμος, κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος· εἰ ὁ μὲν οὕτως ὁ δὲ οὕτως ἀπὸ θεοῦ, δῆλον ὅτι εἷς θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον, καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ εὐαγγελίου θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται ὕστερον δὲ Χριστὸς Ἰησοῦς. 35 vii 8-12 [Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι-ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω-καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος.] [Ὠριγένους] Τινὲς τῶν καθ' ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι· καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις, τοῦτο μὲν οὐ ποιοῦσιν, ἀνάγκην δὲ ἐπιτιθέασι καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν, οὐκ αἰ δούμενοι οὐδὲ τὰς τοῦ ἀποστόλου φωνάς. ὁ γὰρ λέγων τοῖς ἀγάμοις καὶ ταῖς χήραις, εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, ἄντικρυς ἐπέτρεψεν μετὰ τὸν πρῶτον γάμον μετὰ τὸ χηρεῦσαι γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὸν γαμοῦντα, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶ τὸ μὴ ἐγκρατεύεσθαι, οἷον ἔστι λέγεσθαι ἀνθρώποις χριστιανοῖς Κάλλιον γαμῆσαι ἢ πυροῦσθαι, πύρωσιν ὀνομάσαντος αὐτοῦ τὴν ἐπιθυμίαν τῆ αρκὸ μὴ σβεννυ μένην ὑπὸ τοῦ λόγου ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ. Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ ἀποστόλου οὐ κωλύομεν τὴν διγαμίαν, συγκρίσει γὰρ πυρώσεως αἱρετωτέρα διγαμία· ὅταν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τι νομίζεται, ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν. οὐκ ἔστιν σω φροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρωτοπλάστῳ· οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ Τοῦτο νῦν ὀτοῦν ἐκ τῶν ὀτῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου. ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ, γέγονεν καὶ μετὰ τῆς Χεττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ ἀλλ' ἡ φύσει γυνή· Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ. καὶ Ἰακὼβ δέ, † εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Λίας † γεγένηται καὶ μετὰ τῶν παιδισκῶν, ἀλλ' ἐν τῷ μνημείῳ μόνη Λία ἐγένετο σὺν αὐτῷ. † Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς· † οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει ὅτι Τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ Ὁ δεῖνα δύο υἱοὺ ἔχεν, καὶ τὰ ἑξῆς· οὐ μέλλει καὶ ἐπ' αὐτοῦ λέγεσθαι Ἅτινά ἐτιν ἀλληγορούμενα, καὶ αὗται γάρ εἰι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶ υνέβαινεν ἐκείνοι, ἐγράφη δὲ δι' ἡμᾶς εἰ οὓ τὰ τέλη τῶν αἰώνων κατήντηκεν. Λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις, καλὸν