ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς, κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπόθεσις, ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, "δυνατὸς σῶσαί σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει "αὐτοῦ." ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ "καινὴ κτίσις· καὶ τὰ μὲν ἀρχαῖα "παρῆλθε, γέγονε δὲ καινά." ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ 312 δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν.
Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται σὰρξ μὲν οὐκέτι, συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι' ὧν ἂν ἡ τοῦ καθ' ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ αὐτό που πάντως ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ' ἕτερόν τι παρ' ἐκεῖνο, καὶ τῷ πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ' ἂν εἶναι πνευματικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί φησι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν, περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον τὴν καθ' ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί τινες καὶ πνευματικοί; γέγραπται γὰρ ὅτι "ψυχικὸς ἄνθρω"πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ 313 "αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς "δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται." ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων ἐμπεδοῦν, προσεπάγει καί φησιν Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν, ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν ἐπιθυμιῶν· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαί τε καὶ τετραμμέναι πάθη, κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον, ἀλλ' οὖν εἶεν ἂν κατά γε τὸ ἀληθὲς σαρκικῆς ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν. οἷον δή τι φημί "Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·" ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ τοῦ πάντων δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστᾶσα τὸ ζῷον εἰς παιδοποιΐας ἔφεσιν· εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον "Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν·" καὶ ὁ πλάσας δὲ, φησὶν, ἐν ἀρχῇ, "ἄρσεν καὶ θῆλυ ἐποίησεν "αὐτούς." οὐκοῦν ἀκαταιτίατος μὲν ἡ εἰς μόνον ὁρῶσα παιδοποιΐαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ δρωμένου φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων