ἀνελήφθη πάλιν, τουτέστιν ἀνωρθώθη, ὑπὸ Καίσαρος τοῦ ἐπιλεγομένου Θεοῦ, ου υἱὸς ὁ Σεβαστὸς, πέμψαντος ἐκεῖ ἐποίκους ̔Ρωμαίους. ̔Ιστόρηται δὲ καὶ οτι Ταρσεῖς ἡ θεία γραφὴ οὐ τὴν Ταρσὸν κατά τινας, ἀλλὰ τὴν Καρχηδόνα ταύτην καλεῖ προκαθημένην τῆς ̓Αφρικῆς. ̔Η δὲ περὶ τῆς ῥηθείσης βοὸς ἱστορία τοιαύτη ἐστί· ∆ιδὼ ἡ τοῦ Πυγμαλίωνος ἀδελφὴ, θυγάτηρ ̓Αγήνορος η Βήλου βασιλέως Τυρίων, ἡ καὶ Ελισσα καλουμένη, καὶ Αννα. Συχαίῳ γενομένη γυνὴ ἀνδρὶ Φοίνικι, Τύρον ῳκει· τοῦτον δὴ τὸν ανδρα ὁ Πυγμαλίων σὺν αὐτῷ ἀποδημοῦντά που δολοφονεῖ ερωτι χρημάτων. ̔Ο δὲ δι' ὀνείρων σημάνας τὸ πάθος τῇ γυναικὶ κελεύει φεύγειν· οὐκέτι γὰρ ειναι πιστὰ τῷ Πυγμαλίωνι, ἐν δευτέρῳ χρημάτων τὰ φυσικὰ τιθεμένῳ θεσμά. ̔Η δὲ προσλαβομένη τινὰς τῶν Τυρίων, συναραμένη δὲ καὶ τὰ χρήματα ερχεται ἐπὶ Λιβύην. Τοῦ δὲ Νομάδων καὶ Μαζίκων βασιλέως ̓Ιάρβαντος ἐκβάλλοντος αὐτὴν, ἠξίου ἡ γυνὴ χῶρον αὑτῇ τιμῆς ἀποδόσθαι οσον αν ῥινὸς, ηγουν βύρσα, ἐπιλάβοι βοός. Τυχοῦσα δὲ τοῦ ἀξιώματος διὰ τὸ δόξαι μικρὰ αἰτῆσαι, λαμβάνει βύρσαν, καὶ κατατεμοῦσα εἰς λεπτὰ καὶ τὸν λεπτοτομηθέντα ἱμάντα ἐπεκτείνασα εσχε τὴν κύκλῳ ἐμπεριληφθεῖσαν γῆν τῷ ἱμάντι, εἰς μῆκός τε καὶ εἰς πλάτος πολὺν ορον τῇ πόλει τῷ τοιούτῳ σοφίσματι περιγράψασα. Καὶ ουτως ἡ Καρχηδὼν Φοινίκων ἀνέκαθεν ουσα τῶν μετὰ τῆς ∆ιδοῦς νῦν Λιβύων ἐστί. ∆ιδὼ δὲ ἐκάλεσαν οἱ πλεονεκτηθέντες τὴν τοιαύτην γυναῖκα ἐπιχωρίῳ φωνῇ, ὡς αν ειποι τις ἀνδροφόνον, διαβάλλοντες ἐκείνην ὡς δῆθεν αἰτίαν εχουσαν τοῦ ἀνδροφονῆσαι διὰ τὸν ἐκ τοῦ ἀδελφοῦ φόνον. ̔Η δὲ τῆς πόλεως ἀκρόπολις διὰ τὴν ῥηθεῖσαν ἱστορίαν τῆς βοὸς Βύρσα ἐκλήθη τὸ παλαιόν. Φασὶ δὲ καὶ οτι ὁ ῥηθεὶς ̓Ιάρβας τὴν πόλιν μετὰ τὴν κτίσιν καθάρας ἐκάλεσε τῇ Λιβύων φωνῇ Καινὴν πόλιν, υστερον δὲ ἐκλήθη Καρχηδών. Αλλοι δὲ ουτως ἱστοροῦσι· «Καρχηδὼν ἡ πόλις ἀπὸ Καρχηδόνος τινὸς, ἀνδρὸς Φοίνικος. ̓Εκαλεῖτο δὲ καὶ Καινὴ πόλις καὶ Καδμεία καὶ Κακκάβη, οπερ τῇ ἐγχωρίῳ διαλέκτῳ ιππου δηλοῖ κεφαλήν. ̓Εξ αὐτῆς φασι Κλειτόμαχον ειναι τὸν ̓Ακαδημαϊκὸν φιλόσοφον, τὸν καὶ ̓Ασδρούβαν καλούμενον, ος ἠκροάσατο τοῦ σοφοῦ Καρνεάδου κηʹ ἐτῶν ανθρωπος ἐλθὼν ̓Αθήναζε αμοιρος, φασὶ, καὶ τῶν πρώτων στοιχείων, καὶ ομως ὀξύτητι φύσεως καὶ ακρᾳ μελέτῃ εἰς πολὺ σοφίας ἐληλακώς.» Οἱ δὲ καὶ τοῦτο περὶ Καρχηδόνος φασὶν, ὡς αρα οἱ περὶ τὴν Ελισσαν, ηγουν οἱ μετὰ τῆς ∆ιδοῦς, ὀρύσσοντες εἰς πόλεως κτίσιν, καὶ βοὸς εὑρόντες κεφαλὴν, ἀπέσχοντο τοῦ ὀρύσσειν, οια ὀπτευσάμενοι μόχθους καὶ δουλείαν συνεχῆ, ο καὶ οἱ βόες πάσχουσιν. ̓Ορύξαντες δὲ περί που φοίνικα πεφυτευμένον ευρον κεφαλὴν ιππου, καὶ συμβαλόντες σημαίνεσθαι σχολὴν αὑτοῖς καὶ παρ' αλλων δόσιν τροφῆς, καθὰ καὶ τοῖς ιπποις, εκτισαν ἐν τῷ τοιούτῳ τόπῳ τὴν Καρχηδόνα, καὶ ταῦτα πότιμον υδωρ μὴ εχοντι· καὶ τάχα διὰ τοῦτο καὶ Κακκάβη ἐκλήθη, ὡς ἀνωτέρω εκκειται. 198 Οτι μετὰ τὴν Καρχηδόνα Σύρτις ἡ μικροτέρα, ἡ καὶ Λωτοφαγῖτις, μεθ' ην πρὸς αὐγὰς ἡλίου ἡ ἑτέρα ερχεται ασπετος, εὐρυτέραις βαρυνομένη προχοαῖς. Πολλὴ δὲ ἡ τῶν Σύρτεων χαλεπότης, ως φασιν οἱ παλαιοὶ, διὰ τὸ τεναγῶδες τοῦ βυθοῦ, καὶ οτι κατὰ τὰς ἐκεῖ ἀμπώτεάς τε καὶ πλημμυρίδας συμβαίνει, κατὰ τὸν Γεωγράφον, ἐμπίπτειν τοὺς παρατυχόντας εἰς τὰ βραχέα καὶ καθίζειν καὶ ειναι σπάνιον τὸ σωζόμενον σκάφος. Τοῦτο δὲ καὶ ὁ ∆ιονύσιος ἐμφαίνων φησίν «ενθα αλλοτε μὲν κορυσσομένης Τυρσηνίδος θαλάσσης πλημμυρὶς ἐγείρεται, αλλοτε δὲ αμπωτις ξηραῖς ἐπιτρέχει ψαμάθοις» εἰρηνοῦντος δηλονότι τοῦ πόντου, καὶ μὴ κορυσσομένου τοῖς κύμασι. Καὶ ἀνωτέρω δὲ ὁ αὐτὸς εφη περὶ τῆς μικρᾶς, οτι τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Τεναγώδης δὲ ὁ τόπος, ὡς ἐρρέθη, καὶ οὐκ ἀεὶ βαθεῖα θάλασσα, ἀλλὰ κατὰ καιρούς τινας πολὺ τοῦ υδατος ἐπισυρομένη· οθεν καὶ Σύρτις καλεῖται. Εστι δὲ ἡ μὲν ἐλάττων Σύρτις χιλίων ἑξακοσίων σταδίων, ὡς οἱ παλαιοί φασι, τὴν περίμετρον, τῆς δὲ μεγάλης ὁ κύκλος πεντακισχιλίων σταδίων. Τὸ δὲ πρὸς αὐτῶν πέλαγος Λιβυκὸν καλεῖται ἀποτελευτῶν