ἀνεγίνωσκον καὶ ἀνέρχομαι ἀνηρχόμην· οὐδὲ γὰρ ηὐξήθη ἐπὶ τούτων χρονικῶς ἡ ἄρχουσα τοῦ παρατατικοῦ, ἡ γὰρ ἄρχουσα τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ· ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν καὶ εὐορκῶ εὐώρκουν· οὔτε γὰρ ἐπὶ τούτων ηὐξήθη χρονικῶς ἡ ἄρχουσα τοῦ παρατατικοῦ· ἡ γὰρ ἄρχουσα τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ, ἀλλ' ἔσωθεν ἐγένετο καὶ ἐπὶ τούτων ἡ κλίσις, ὡς ἐπὶ τῶν πρὸ αὐτῶν τοῦ ἀνεγίνωσκον καὶ ἀνηρχόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἑπτὰ δὲ ὄντων τῶν φωνηέντων, ˉα ˉε ˉη ˉι ˉο ˉυ ˉω, τέσσαρα μέν εἰσιν ἀμετάβολα ἐν τοῖς παρῳχημένοις, ˉη ˉω ˉι ˉυ, οἷον ἡβῶ ἥβων, ὠθῶ ὤθουν, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον· ταῦτα γὰρ οὐ τρέπονται ἐν τοῖς παρῳχημένοις· ἰστέον δὲ ὅτι ἐν τῷ ἴξευον ὕδρευον τὰ δίχρονα φύσει μακρὰ γίνονται, τὸ γὰρ ˉι καὶ ˉυ εἰ καὶ οὐ μεταβάλλονται ἐν τοῖς παρῳχημένοις εἰς ἄλλα φωνήεντα, ἀλλ' οὖν φύσει μακρὰ γίνονται. ∆εῖ δὲ γινώσκειν ὅτι τινές, ὧν εἷς ἐστι καὶ ὁ Τρύφων, ἠθέλησαν φυσικῷ λόγῳ ἐξετάσαι καὶ εἰπεῖν, ὅτι τὸ ˉη καὶ τὸ ˉω ἐν τοῖς παρῳχημένοις μείζονά εἰσι τοῦ ˉη καὶ τοῦ ˉω τῶν ἐν τῷ ἐνεστῶτι, ἐπειδὴ ἀεὶ ὁ παρῳχημένος χρόνος πλέον τί ποτε ἐπι δέχεται τοῦ ἐνεστῶτος, ἢ χρόνον ἢ συλλαβήν· συλλαβὴν μέν, οἷον 46 τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον, χρόνον δέ, οἷον ἄγω ἦγον, ἐλέγχω ἤλεγχον, ὀμνύω ὤμνυον· οὐκοῦν καὶ τὸ ˉη τὸ ἐν τῷ παρατατικῷ μεῖζόν ἐστι τοῦ ˉη τοῦ ἐν τῷ ἐνεστῶτι, ὡσαύτως δὲ καὶ τὸ ˉω τὸ ἐν τῷ παρατατικῷ μεῖζόν ἐστι τοῦ ˉω τοῦ ἐν τῷ ἐνεστῶτι. Ἀλλὰ πρὸς τοῦτο λέγει Ἀπολλώνιος ὁ τεχνικός, ὅτι ὥσπερ τὰ σώματα τὸ ἴδιον μέγεθος ἀπολαβόντα ἀνεπαύξητα καθεστήκασι, τὸν αὐτὸν τρόπον καὶ τὰ τέλεια μεγέθη τῶν μακρῶν οὐ δύνανται πλέον μεγεθύνεσθαι, ὡς ἀπολαβόντα τὸ ἴδιον μέγεθος. Εἰ δέ τις εἴποι, καὶ διατί τὸ ˉα φύσει μακρὸν ὑπάρχον τρέπεται κατὰ τοὺς παρῳχημένους, οἷον ἀριστῶ ἠρί στων, λέγομεν, ὅτι τὸ ˉα οὐκ ἔχει ἴδιον [μέγεθος] τὸ ἐκτείνεσθαι μόνον, ἀλλὰ καὶ τὸ συστέλλεσθαι· δίχρονον γὰρ ὂν οὐκέτι μόνον ἐκτείνεσθαι πέφυκεν, ἀλλὰ καὶ συστέλλεσθαι. Τρία δέ εἰσιν ἐν τοῖς παρῳχη μένοις μεταβολικὰ φωνήεντα, ˉα ˉε ˉο· ταῦτα γὰρ τρέπονται ἐν τοῖς παρῳχημένοις, οἷον τὸ μὲν ˉα εἰς ˉη τρέπεται, οἷον ἄγω ἦγον, ἅπτω ἧπτον, ἀριστῶ ἠρίστων, ἀρμενίζω ἠρμένιζον, ἀκούω ἤκουον, ἀρτύω ἤρτυον, χωρὶς τῶν Ἰωνικῶν καὶ ποιητικῶν, διὰ τὸ ἄγεν καὶ ἅψατο, καθὼς προγέγραπται, καὶ χωρὶς τῶν ἀπὸ προθέσεως, καθὼς καὶ περὶ αὐτῶν προγέγραπται. ∆εῖ προσθεῖναι καὶ χωρὶς τοῦ ἀηθέσσω ἀήθεσσον, <Κ 493> ἀήθεσσον γὰρ ἔτ' αὐτῶν (ἀηθέσσω δέ ἐστι τὸ ἀήθης ὑπάρχω) καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι ἀηδιζόμην, καὶ χωρὶς τοῦ ἀΐω ἄϊε καὶ τοῦ ἄω (τοῦ σημαίνοντος τὸ πνέω) ἄε· ταῦτα γὰρ ἐφύλαξαν τὸ ˉα καὶ οὐκ ἔτρεψαν αὐτὸ εἰς τὸ ˉη, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉη· εἰ γὰρ ἔτρεψαν αὐτὸ εἰς τὸ ˉη, ἤμελλον εἶναι κακόφωνα παραλαμβανόμενα ἐν παραλληλότητι τοῦ ˉη, οἷον ἠηδιζόμην καὶ ἠήθεσσον· τὸ δὲ ἄω (τὸ σημαῖνον τὸ πνέω) καὶ <τὸ> ἀΐω (τὸ σημαῖνον τὸ ἀκολουθῶ) οὐκ ἔτρεψαν τὸ ˉα εἰς τὸ ˉη, ἵνα <μὴ> συνεμπέσωσιν ἑτέρῳ σημαινομένῳ· τὸ γὰρ ἀΐω εἰ ἔτρεψε τὸ ˉα εἰς ˉη, εἶχε συνεμπεσεῖν τῷ ἤϊε τῷ σημαίνοντι τὸ ἐπορεύετο, τὸ δὲ ἄω εἰ ἔτρεψε τὸ ˉα εἰς ˉη, εἶχε συνεμπεσεῖν τῷ ἦε τῷ σημαίνοντι τὸ ὑπῆρχεν. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τριῶν διχρόνων ὄντων, τοῦ ˉα τοῦ ˉι καὶ τοῦ ˉυ, τὸ μὲν ˉα τρέπεται εἰς ˉη, <οἷον> ἄγω ἦγον, τὸ δὲ ˉι καὶ τὸ ˉυ οὐ τρέπονται, οἷον ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ˉα ἔσχεν ἀντιστοιχοῦν τὸ ˉη, τούτου χάριν ἐτράπη εἰς αὐτό· ὅτι γὰρ τὸ ˉη ἀντιστοιχοῦν ἐστι τῷ ˉα, δῆλόν <ἐστιν> ὅτι καὶ εἰς ˉα τρέπεται, οἷον λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, λήθω 47 ἔλαθον· τὸ δὲ ˉι καὶ τὸ ˉυ ὡς μὴ ἔχοντα ἀντίστοιχα εἰς ἃ ὤφειλον τρα πῆναι, τούτου χάριν οὐ τρέπονται ἀλλὰ μόνον ἐκτείνονται, οἷον ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον. Τὰ δὲ ἀπὸ τοῦ ˉο ἀρχόμενα ῥήματα τὸ ˉο εἰς ˉω μεγεθύ νουσιν ἐν τῷ παρατατικῷ, οἷον ὀμνύω ὤμνυον, ὁμολογῶ ὡμολόγουν, ὀρθῶ ὤρθουν, ὁρῶ ὥρων καὶ ἐν πλεονασμῷ