Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
90 Εὐθέως δὲ σὺν τῇ ἀποφάσει καὶ ἡ τιμωρία ἐπηκολούθησεν· ἤρξατο γὰρ τρέμειν ἡ Ἰουλία καὶ ἀλλοιοῦσθαι τὸ πρόσωπον, καὶ μείνασα ἐν ἐκστάσει ἐπὶ ἱκανὴν ὥραν οὐκ ἐλάλει, ἀλλ' ἦν ἄφωνος καὶ ἀκίνητος, τοὺς ὀφθαλμοὺς ἔχουσα διηνοιγμένους καὶ προσέχοντας τῷ ὁσιωτάτῳ ἐπισκόπῳ. Οἱ δὲ σὺν αὐτῇ θεασάμενοι ἃ ὑπέστη, ἐφοβήθησαν σφόδρα· ἐψυχαγώγουν δὲ αὐτὴν καὶ ἐπῇδον εἰς τὸ οὖς αὐτῆς, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις. Ποιήσασα δὲ ὥραν ἱκανὴν ἄφωνος παρέδωκεν τὴν ψυχήν, ἀπελθοῦσα εἰς ὅπερ ἐτίμησεν σκότος, φῶς αὐτὸ ἡγησαμένη, κατὰ τὴν γραφὴν τὴν λέγουσαν· «Οὐαὶ τοῖς ποιοῦσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, τοῖς τιθεῖσι τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος». Ἐπέτρεψεν δὲ ὁ ἐν ἁγίοις Πορφύριος περισταλῆναι αὐτῆς τὸ σῶμα καὶ ταφῇ παραδοθῆναι, ἐλεήσας τὴν ἀνθρωπείαν φύσιν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος.
91 Ὅσοι δὲ ἤκουσαν τὸ γενόμενον ὑπερεθαύμασαν, οὐ μόνον οἱ τῆς ἡμετέρας πίστεως, ἀλλὰ καὶ οἱ ἀλλοεθνεῖς. Οἱ δὲ μετ' αὐτῆς δύο ἄνδρες καὶ γυναῖκες καὶ ὅσοι ὑπεφθάρησαν παρ' αὐτῆς, δραμόντες προσέπεσαν τοῖς ποσὶ τοῦ μακαριωτάτου ἐπισκόπου λέγοντες· Πεπλανήμεθα, καὶ ᾔτουν μετάνοιαν. Ὁ δὲ μακάριος ἐποίησεν πάντας ἀναθεματίσαι τὸν Μάνην τὸν ἀρχηγὸν τῆς αὐτῶν αἱρέσεως, ἐξ οὗ καὶ Μανιχαῖοι ἐκλήθησαν, καὶ κατηχήσας αὐτοὺς δεόντως ἐπὶ πλείστας ἡμέρας προσήγαγεν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ. Προφάσει δὲ ἐκείνων καὶ ἄλλοι τῶν ἀλλοεθνῶν μετανοήσαντες ἐφωτίσθησαν.
92 Μετὰ δὲ πενταετῆ χρόνον ἐτελειώθη τὸ ἔργον τῆς ἁγίας ἐκκλησίας τῆς μεγάλης, ἐκλήθη δὲ Εὐδοξιανὴ ἐκ τοῦ ὀνόματος τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἐπετέλεσεν δὲ ὁ ὁσιώτατος Πορφύριος τὰ ἐγκαίνια τῇ ἡμέρᾳ τῇ ἀναστασίμῳ τοῦ ἁγίου Πάσχα πολυτελῶς, μὴ φεισάμενος δαπάνης, ἀλλὰ συνάξας πάντας τοὺς μοναχοὺς τῆς περιχώρου, ὡς ὀνόματα χίλια, μετ' ἄλλων εὐλαβῶν κληρικῶν καὶ λαϊκῶν καὶ ἐπισκόπων, ἐποίησεν εὐφροσύνην τὰς πάσας ἡμέρας τοῦ ἁγίου Πάσχα. Καὶ ἦν θεάσασθαι ἀγγελικοὺς χοροὺς οὐ μόνον ἐν τῇ ἀκολουθίᾳ τῇ ἐκκλησιαστικῇ, ἀλλὰ καὶ ἐν ταῖς ὥραις, ἡνίκα ἐγεύοντο. Οὐ μόνον γὰρ ἦν ἡ τράπεζα αἰσθητή, ἀλλὰ καὶ πνευματική. Μετὰ γὰρ τὸ ὄψον ἐλέγετο ψαλμὸς καὶ μετὰ τὸ πόμα ὕμνος. Οἱ δὲ τῆς εἰδωλομανίας ὁρῶντες τὰ γινόμενα ἐτήκοντο τῇ καρδίᾳ. Καὶ γὰρ πανταχόθεν ἤρχοντο ξένοι θεάσασθαι τὸ κάλλος καὶ τὸ μέγεθος τῆς εἰρημένης ἁγίας ἐκκλησίας· ἐλέγετο γὰρ πασῶν τῶν ἐκκλησιῶν τῶν κατ' ἐκεῖνο καιροῦ μείζων.
93 Τούτου ἕνεκεν ὅτε τοὺς θεμελίους ἔβαλεν, τὴν ἀρχὴν ἐνεκαλεῖτο παρά τινων πιστῶν ὅτι μεγάλην αὐτὴν ἐχάραξεν ὀλίγων ὄντων τῶν Χριστιανῶν ἐν τῇ πόλει, καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν· Μὴ ἔσηται ἡ πίστις ὑμῶν ὀλίγη· εὔελπις γάρ εἰμι εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πληθυνεῖ τὴν ποίμνην αὐτοῦ καὶ μεγαλυνεῖ πλέον τὸν οἶκον αὐτοῦ ἐκ τοῦ μὴ δύνασθαι τὰ πλήθη τῶν Χριστιανῶν χωρεῖν· οὔτε γάρ ἐστιν ἀνθρώπινον τὸ τῶν Χριστιανῶν δόγμα, ἵνα πρὸς καιρὸν ὀφθῇ καὶ καταλυθῇ, ἀλλὰ θεϊκὸν καὶ αὔξησιν ἐπιδεχόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ διελέγετο ὁ μακάριος τοῖς πιστοῖς, οὐ μόνον ἐν τῇ ἐκκλησίᾳ ἀλλὰ καὶ ἐν ἑκάστῳ τόπῳ φωταγωγῶν καὶ ὠφελῶν τὸν φιλόχριστον λαόν. Μετὰ δὲ τὰς ἡμέρας τῆς ἑορτῆς τὰ πλήθη μετ' εἰρήνης ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια.
94 Μετὰ δὲ τὸ κτίσαι καὶ ἁγιάσαι τὴν εἰρημένην ἁγίαν ἐκκλησίαν, ἔταξεν δίδοσθαι ἑκάστῳ ξένῳ ἐνδημοῦντι τῇ πόλει μιᾶς ἡμέρας τὸ ἀνάλωμα, ἐχορήγει δὲ καὶ ἑκάστῳ πτωχῷ ξένῳ τε καὶ πολίτῃ καθ' ἑκάστην ἡμέραν ἀνὰ ὀβολοὺς ἕξ, ἐκτὸς ὧν αὐτὸς παρεῖχεν δι' ἑαυτοῦ τοῖς προσερχομένοις αὐτῷ ἔν τε ἱματίοις καὶ ἀργυρίῳ καὶ χρυσίῳ, ἑκάστῳ παρέχων πρὸς τὴν αὐτοῦ ἀξίαν, καὶ οὐδεὶς ἦν ἄμοιρος τῶν