τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥωμαίοις ἐξουσίας λαῶν πλήθη μετάγων. ὑπὸ δὲ τοῦτον τὸν χρόνον στόλον ἐκπέμπει κατὰ τῆς τῶν Σαρακηνῶν χώρας, οὗ ἡγεῖτο ὁ τηνικαῦτα στρατηγῶν τῶν Κιβυραιωτῶν καλουμένου στρατοῦ. καθορμίζεται δὲ ὁ στόλος κατὰ τὴν Κύπρον νῆσον. ἔνθα αὐτίκα μάλα κατῇρεν ἐκ τῆς Ἀλεξάνδρου πόλεως καὶ τῶν Σαρακηνῶν πλόϊμον. ὅπερ ὁ στρατηγὸς προαισθόμενος ἐξαπιναίως εἰσπίπτει κατ' αὐτοῦ πυρί τε διαφλέξας τὰς ναῦς τὰ αὐτῶν σφετερίζεται ἅπαντα, καὶ κατὰ κράτος ἑλὼν τοὺς πολεμίους πρὸς Κωνσταντῖνον ὑπενόστει. Μετὰ ταῦτα τίκτεται τῷ βασιλεῖ υἱός, ὃν Λέοντα ἐπωνόμασε. τηνικαῦτα καὶ ἐν Συρίᾳ σεισμὸς μέγας γίνεται καὶ ὄλεθρος ἐκεῖθεν ἐφίσταται μέγιστος. αἱ μὲν γὰρ τῶν ἐκεῖ πόλεων ἐπὶ μέγα ἡ γῆ περὶ αὐταῖς ἔχανεν, αἱ δὲ παρὰ μέρος τοῦτο πεπόνθεισαν. ἄλλαι τῶν ὑψηλῶν ἀποκινηθεῖσαι χώρων πρὸς τὰ ὑποκείμενα πεδία σὺν τείχεσιν αὐτοῖς καὶ οἰκήμασι σῶοι κατεσύρησαν, μέχρι σημείων ἓξ [καὶ] τῆς οἰκείας μεταστᾶσαι ἱδρύσεως, ἢ μικρῷ πρός. ἤδη δέ τινες 65 ἔφασαν τὴν γῆν θεάσασθαι τὴν κατὰ τὴν Συρίαν Μεσοποταμίας ῥαγεῖσαν ἐπὶ σημείοις δύο βύθιον ἑτέραν ἀναβράσαι κάτωθεν γῆν ὥσπερ ἀμμώδη καὶ λευκοτάτην, συναναδοθῆναι δὲ ταύτῃ ἡμίονον θήλειαν ἀνθρωπείᾳ φωνῇ τὴν τῶν Ἀράβων κατάλυσιν προαναφωνοῦσαν. οὐ πολὺ γὰρ τὸ μεταξύ, καὶ τῆς ὑπερέκεινα ἐρήμου ἔθνος ἐπιφυὲν πλήθη τούτων πολλὰ ἀμαχὶ διεχειρίσατο. Μετὰ δὴ ταῦτα στέφει Κωνσταντῖνος τὸν υἱὸν Λέοντα εἰς βασιλέα καὶ εὐθὺς κατὰ Σαρακηνῶν ἐκστρατεύει. καὶ γενόμενος κατὰ τὴν Μελιτηναίων πόλιν ταύτην πολιορκίᾳ εἷλε, λαὸν πολὺν δοριάλωτον καὶ πλεῖστα σκῦλα ἐκεῖθεν ἀπενεγκάμενος. ἐν τούτῳ δὲ ἐτελεύτα καὶ Μαρία ἡ Αὐγούστα ἡ αὐτοῦ γαμετή. ὅπερ δὲ μετ' ὀλίγον συνέβαινε μνήμης ἄξιον, οὐ παραδραμεῖν δίκαιον. συνηνέχθη γὰρ τηνικαῦτα θέαμα φορεβὸν καὶ τεράστιον ξένον ἐξ ἀερίου γενέσθαι συμπτώματος, ὅπερ περὶ λύχνων ἁφὰς κατάρξαν διὰ πάσης ἐφαίνετο νυκτός, ἔκπληξιν καὶ δέος μέγα τοῖς θεωμένοις ἐμποιοῦν ἅπασιν. ἐδόκει γὰρ αὐτοῖς ὡς οἱ ἀστέρες ἅπαντες τοῦ τεταγμένου αὐτοῖς οὐρανίου χώρου παρακινούμενοι κατὰ γῆς ἐφέροντο. οἱ δὲ περίγειοι γενόμενοι ἀθρόον διελύοντο, ἥκιστα τὴν οἱανοῦν βλάβην ποιησάμενοι πώποτε. φασὶ δὲ πολλοὶ ὡς διὰ πάσης τῆς οἰκουμένης τὸ τοιοῦτον ἐξαίσιον διεδείκνυτο θέαμα. Καὶ τὰ μὲν τῶν ἀστέρων ἐν τούτοις ὤφθη· χρόνου δέ τινος διῳχηκότος Ἀναστάσιος ὁ τοῦ Βυζαντίου ἐτελεύτα ἱεράρχης. Κωνσταντῖνος δὲ καθ' ἅπαξ πρὸς τὴν ὕβριν τῆς ἐκκλησίας ἰδὼν καὶ πρὸς τὴν εὐσέβειαν ἤδη ἀπομαχόμενος, ὡς ὑπὸ τοῦ ἄγοντος αὐτὸν ἐναντίου πνεύματος κινούμενος, σύνοδον ἱερέων ἀθροίζει ὀκτὼ καὶ τριάκοντα καὶ τριακοσίους τὸν ἀριθμὸν τυγχάνουσαν, (ταύτης ἐξῆρχε Θεοδόσιος ὁ τῆς 66 Ἐφεσίων πόλεως ἀρχιεπίσκοπος) ἀρχιερέα τε τῆς πόλεως ἀνακηρύσσει Κωνσταντῖνόν τινα τὸ τῶν μοναχῶν σχῆμα περιβεβλημένον, ἐπίσκοπον δὲ τῆς τοῦ Συλλαίου πόλεως γεγονότα. ὅρον δὲ πίστεως ἐκτίθενται, ἐν ᾧ ὑπεσημήναντο ἅπαντες κακῶς καὶ δυσσεβῶς συμφρονήσαντες, τὴν τῶν ἱερῶν εἰκονισμάτων καθαίρεσιν ἐκφωνήσαντες· καὶ ὥσπερ νηπιωδεῖς ἐπ' ἀγορᾶς ταῦτα ἀνεθεμάτιζον. μεθ' ὧν καὶ Γερμανὸν τὸν ἀρχιερέα τοῦ Βυζαντίου γεγονότα Γεώργιόν τε τὸν ἐκ Κύπρου τῆς νήσου ὁρμώμενον καὶ Ἰωάννην τὸν ἀπὸ ∆αμασκοῦ τῆς Συρίας τὸ ἐπίκλην Μανσούρ. Ταῦτα ἐπιτελῆ ποιήσας Κωνσταντῖνος ἦρξε δομεῖσθαι τὰ ἐπὶ Θρᾴκης πολίσματα, ἐν οἷς οἰκίζει Σύρους καὶ Ἀρμενίους, οὓς ἔκ τε Μελιτηναίων πόλεως καὶ Θεοδοσιουπόλεως μετανάστας πεποίηκε, τὰ εἰς τὴν χρείαν αὐτοῖς ἀνήκοντα φιλοτίμως δωρησάμενος. ταῦτα τοίνυν οἱ Βούλγαροι ὡς ἐπολίζοντο θεασάμενοι, φόρους ᾔτουν παρὰ βασιλεῖ δέξασθαι. τοῦ δὲ μὴ δεξαμένου οἵ γε στρατευσάμενοι τὰ ἐπὶ Θρᾴκης χωρία κατέτρεχον καὶ μικροῦ τοῦ μακροῦ καλουμένου τείχους ἐπεξέθεον. ὁ δὲ ἀντεπεξῄει καὶ συμβαλὼν πολέμῳ εἰς φυγὴν