χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι ἀναγινώσκομεν, οὐκέτι δὲ συνετάξαμεν τὸ μόνον ἐν κυρίῳ. καίτοι γε κἀκεῖ ὅτε εἶπεν μόνον ἐν κυρίῳ, πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπὼν μακαριωτέρα δέ ἐτιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. τὸ οὖν εὐφη μότερον εἰπὼν ὁ ἀπόστολος, τὸ Ἁγιάζεται γάρ, ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν. 37 vii 18-20 [περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.] [Ὠριγένους] ∆όξει ἀκαίρως παραβεβληκέναι τῷ περὶ γάμου καὶ ἁγνείας λόγῳ, μηδεμιᾶς ζητήσεως γενομένης περὶ τοῦ μὴ δεῖν τοὺς ἐκ περιτομῆς πιστεύοντας ἐπισπάσθαι καὶ πάλιν τοὺς ἐν ἀκροβυστίᾳ περιτέμνεσθαι, καὶ τὸ περὶ τοῦ δοῦλο ἐκλήθη; μή οι μελέτω, καὶ τὰ ἑξῆς. μή ποτ' οὖν παράδειγμα ἔλαβεν τὴν δουλείαν καὶ τὴν ἐλευθερίαν τῶν γεγαμηκότων καὶ ἀγάμων, περιτετμημένον μὲν καλῶν τὸν ἀποβεβληκότα τὴν γυναῖκα ἀπερίτμητον δὲ τὸν γεγαμηκότα; ὡς γὰρ ἔονται οἱ δύο εἰ άρκα μίαν καὶ εἰσὶ μία σὰρξ ἡ γυνὴ καὶ ὁ ἀνήρ, ἀποβέβληκε δὲ τὰ τῆς σαρκὸς ὁ περιτετμημένος, οὕτως ὁ ἀποβαλὼν τὴν γυναῖκα καὶ οἱονεὶ περιτέτμηται τὴν σάρκα ἑαυτοῦ· οὕτω καὶ δοῦλον καλεῖ· ἐπεὶ γάρ φησι καὶ ἐν ἄλλοις οὐ δεδούλωται ὁ ἀδελφὸ ἢ ἡ ἀδελφὴ ἐν τοῖ τοιούτοι, ὡς δούλων ὄντων τῶν γεγαμηκότων, διὰ τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λέγεται οὖν ὡς περὶ περιτομῆς καὶ περὶ δούλων τὰ εἰρημένα εἰς τὸν τόπον. πλὴν οὐκ ἄτοπόν ἐστι τῷ ῥητῷ χρήσασθαί ποτε πρὸς τοὺς οἰομένους μετὰ τὴν πίστιν δεῖν περιτέμνεσθαι ἐξ εὐλαβείας, εὐλαβείας δὲ τῆς οὐ κατ' ἐπίγνωιν, διὰ τὰ ἀναγεγραμμένα ἐν τῇ παλαιᾷ διαθήκῃ περὶ περιτομῆς. πάλιν οὐ καλόν ἐστι διά τινας τοὺς ἐκ περιτομῆς πιστεύοντας <καὶ> οἰομένους αἰσχύνην φέρειν αὐτοῖς τὴν περιτομήν, καὶ βουλομένους ἀκροβυστίαν περισπᾶσθαι, χρῆσθαι ῥητῷ τῷ λέγοντι Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω; καὶ ἔχει γε λόγον λέγειν πρὸς τοὺς τοιούτους, ὅτι κατ' αὐτὸ ἡ περιτομὴ πρᾶγμα ἀδιάφορόν ἐστιν. οὔτε οὖν περὶ περιτομῆς νῦν ἐστιν οὔτε περὶ ἀκροβυστίας, ἀλλὰ περὶ τοῦ ἀγάμου καὶ τοῦ γεγαμηκότος· Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ὡσεὶ ἔλεγεν Μὴ ἐπισπάσθω γυναῖκα· ἤδη περιετμήθη· ἀπέβαλεν γυναῖκα, μὴ γαμείτω ἄλλην. Ἐν ἀκροβυστίᾳ ἐκλήθη τις; μὴ περιτεμνέσθω· οἷον· Ἐν γάμῳ ἐκλήθης; μὴ ἀπόβαλέ σου τὴν γυναῖκα. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν. ἐπεὶ τινὲς οἴονται τὸν ἄγαμον πλέον τι ἔχειν κατὰ τοῦτο τοῦ γεγαμηκότος, τὸν δὲ γεγαμηκότα ἧττόν τι ἔχειν παρ' αὐτὸ τὸ γεγαμηκέναι τοῦ ἀγάμου, θέλομεν, φησί, διδάξαι ὅτι τῷ ἰδίῳ λόγῳ ἡ ἀγαμία ἀδιάφορόν ἐστιν καὶ τῷ ἰδίῳ λόγῳ ὁ γάμος ἀδιάφορό<ν> ἐστιν. δύναται γὰρ καὶ ὁ ἄγαμος ὢν καὶ ἀληθῶς καθαρεύων ἀπὸ πάσης μίξεως, ἄλλως δὲ κακῶς βιούς, μὴ ὠφελεῖσθαι ἀπὸ τῆς ἀγαμίας· δύναται δέ τις καὶ ἐν γάμῳ ὢν καὶ τὰ τοῦ γάμου πράττων τάξει δὲ καὶ καιρῷ αὐτὰ ποιῶν, τὴν ἄλλην πολιτείαν σώζων, μὴ ἐλάττων εἶναι τοῦ ἀγάμου. ὅτι γὰρ ἀδιάφορόν ἐστιν ἡ ἀγαμία καὶ αὐτὴ ἡ καθαρότης, οὕτως ἀποδείξομεν. εἰ μὲν μόνοι οἱ ἀπὸ τῆς ἐκκλησίας ἤσκουν τὴν ἀγαμίαν, ἦν ἂν εἰπεῖν ὅτι ἡ ἀγαμία τῷ ἰδίῳ λόγῳ καθαρόν τι καὶ θεῖον πρᾶγμά ἐστιν· νῦν δὲ ἔστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους. οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ' οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵνα ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον θεῷ, ἐκεῖνοι δὲ ἵνα μὴ συνεργήσωσι τῷ τοῦ κόσμου θεῷ. κοσμεῖται δὲ ἡ ἀγαμία ἐκκλησιαστικῷ βίῳ καὶ λόγῳ, γνώσει καθαρᾷ καὶ ἀληθείᾳ. οὕτω καὶ ὁ ἄγαμος ἀδιάφορός ἐστι τῷ ἰδίῳ λόγῳ· ἔστιν δὲ καὶ ἐν γάμῳ ὄντα ἀνεγκλήτως εἶναι, καθὰ καὶ προαποδεδώκαμεν. ἡ περιτομὴ οὖν οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι, καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὰ προκείμενα. ἀλλὰ τί ἐστι τὸ