27
πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεό μενοι τὸν τροφέα· πάντες ἐκ τῶν οἰκειοτάτων αὐτὸν ὀνομά των ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει οἰκεῖον αὐτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφ' ἡδονῆς τῶν δακρύων ἐκφέρεται; Οὐκ ἀνανήψο μεν; Οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; Οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν ∆εσπότην, ὅς, ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; Νῦν ἐν καιρῷ τῶν ἐκεί νου φωνῶν ὑπομνήσθητε, ὅς, ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο· «Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας.» Πολλοὶ οἱ κύνες. Τί λέγω κύνες; Λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑπο κρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. Οὓς φυλακτέον ὑμῖν ἐγρηγορικοῦ τινος ποιμέ νος ἐπιστασίᾳ. Ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὅς, ἀπὸ τοῦ μεγάλου προστάτου τῆς Ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπ' ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον τὸ κάλλος τῆς Ἐκκλησίας ὑμῶν ἐχαρίσατο. Ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. Οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρ' ἡμῶν τυχὸν οὐ προσδο κωμένους. 28.3 Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει, ἀλλ' ἐπισκήπτω ὑμῖν πρὸς τῶν Πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα καὶ τῆς ἐφ' ἑκάτερα τῶν πραγ μάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον, μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτῇ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους Ταῦτα εἴτε ὡς γειτόνων συμπάθειαν, εἴτε ὡς ὁμοδοξούν των κοινωνίαν, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστε, καθάπερ καὶ ἡμεῖς ὑμῶν εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, οὐδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδ' ἂν αὐτὸς νῦν εἴποιμι βλάσφημον οὐδέν. Τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν Ἐκκλησιῶν συντρέχοντα ἡμῖν οὐκ ἔσχο μεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλ' οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειρα μένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.
29.τ ΤΗ ΕΚΚΛΗΣΙΑ ΑΓΚΥΡΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
29.1 Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης
ἀγγελίας τοῦ συμβάντος κακοῦ. Ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς ἐκπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως ἐπεστε νάξαμεν τῷ συμβάντι καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστο λὴν ὑμῖν ἐξεπέμψαμεν, οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;), ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθ' ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. Νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορὰς μεγίστας ἐμπαθῶς ἀπωδύρατο. Πέπτω κεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς ἀληθείας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν