Ἰωάννην Εὐαγγελίῳ· Ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγια σμένοι ἐν ἀληθείᾳ. Τοῦτο δὲ λέγων ἔδειξεν, ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ' ὁ ἁγιάζων· οὐ γὰρ παρ' ἑτέρου ἁγιάζεται, ἀλλ' αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι (Ὁ δὲ Λό γος ὁ σὸς ἀλήθειά ἐστιν·) οἱ πάντες ἁγιασθῶσιν; Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ, ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλ' εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, 26.109 ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παρ' αὐτοῦ γινόμενοι τούτου δεκτικοί. ∆ιὰ τοῦτο οὐδ' ὥσπερ Ἀαρὼν, ἢ ∆αβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕ τως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησί· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνε κεν ἔχρισέ με· καθὼς καὶ ὁ Ἀπόστολος εἴρη κεν· Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ. Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ κα ταβέβηκεν ἐπ' αὐτὸν τὸ Πνεῦμα; Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι· Τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· καὶ, Λάβετε Πνεῦμα ἅγιον, τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς λέγε ται νῦν ἁγιάζεσθαι, ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου· τοῦ δὲ Ἀποστόλου, Καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Οὐκοῦν δι' ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τού του προκοπὴ βελτιώσεως καὶ μισθὸς ἀρετῆς ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασι λεὺς ὢν, εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός ἐστι, ποῦ εἶχε προκόψαι Θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθ ημένῳ τοῦ Πατρός; Εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρη κεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ' αὐτοῦ διδο μένῳ Πνεύματι χριόμενος, ἀλλ' ἡ προσληφθεῖσα παρ' αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ χριο μένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύ ριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ' αὐτοῦ. Οὐ γὰρ ἀφ' ἑαυτοῦ, φησὶ, τὸ Πνεῦμα λαλεῖ, ἀλλ' ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ Ἀπόστολος ἔγραψεν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, 26.112 ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· οὕτως ὁ ∆αβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παρ' αὐτοῦ σημαίνεται ἐν τῷ ψάλ λειν· Σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρ νης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ σώ ματος τοῦ Κυρίου. Ποία οὖν πάλιν προκοπὴ
28