28
τοῦ Χριστοῦ παρειληφότες οὐκέτι τῶν παλαιῶν δεησόμεθα. 1.10.23 Μόνος δ' οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ προκόσμιος, 1.10.23 καὶ ἀρχιερεὺς πάσης νοερᾶς καὶ λογικῆς κτίσεως, τὸν ἡμῖν ὁμοιοπαθῆ οἷα πρόβατον καὶ ἀμνὸν ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μωσέως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μωσέως ἀνειπόντος «ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου», τοῦτο πέπονθεν αὐτὸς δι' ἡμᾶς «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι' ἡμᾶς ποιήσας, 1.10.24 ἐπεὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», πάσας τε αὐτῷ δι' ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθείς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγάς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον, 1.10.25 μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετον τῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσφέρειν. 1.10.26 Τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος ∆αβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπών· «ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν». 1.10.27 καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην». καὶ ἐπιλέγει· «εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ», 1.10.28 ἄντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὰ καταρτισθὲν αὐτοῦ σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἂν μέγα μυστήριον «ἐν κεφαλίδι βιβλίου» τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν μνήμην ἐπὶ τραπέζης ἐκτελεῖν διὰ συμβόλων τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου ∆αβὶδ παιδευόμεθα λέγειν· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλί πανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον». 1.10.29 διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπέζης θύματα, δι' ὧν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αὐτοῦ δεδιδάγμεθα. 1.10.30 τοῦτο καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λέγει δ' οὖν ὧδε καὶ αὐτός· «κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα». 1.10.31 καὶ τίνα ταῦτα ὡς ἀληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς· «ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη». 1.10.32 τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα· ὅθεν εἰκότως παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. ἀλλὰ καὶ οἴνου τοῖς ἔθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χριστοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται. 1.10.33 ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα· «θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με». 1.10.34 καὶ