πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους δι' οὓς γίνεται. μᾶλλον δὲ ἐπὶ τῶν τοιούτων πλέον ὀφείλομεν εὐχαριστεῖν· δῆλον γὰρ πρὸς ὧν μὴ κατειλήφαμεν, ἐπὶ τούτων μείζους εἰσὶν οἱ λόγοι καὶ θαυμασιώτεροι καὶ τῆς ἡμῶν ὑπερκείμενοι καταλήψεως, ὥστε μείζους δεῖ καὶ τὰς εὐεργεσίας προσάγεσθαι. αὐτὸς δὲ προϊὼν καὶ τῆς δευτέρας ἀπορίας τίθησι τὴν λύσιν. Rο+m9,16-21 Οὐ τοῦ θέλοντος μόνον οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ δεῖ καὶ τοῦ θεόθεν ἐλέου καὶ τῆς ἐκεῖθεν συμμαχίας. ἢ καὶ οὕτως· τὸ ἄρα οὖν οὐ τοῦ θέλοντος καὶ ἑξῆς οὐκ ἔστιν ὡς Παύλῳ ὁμολογούμενον, ἀλλὰ μᾶλλον παρὰ τῶν ἀπορούντων προτεινόμενον. εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ἑξῆς, εἰ οὖν τοῦτο, φησί, μάτην θέλομεν καὶ μάτην τρέχομεν, καὶ ἡ ῥῆσις δὲ εἰς βεβαίωσιν τῆς ἀπορίας, ἀλλ' οὐκ εἰς ἐπίλυσίν τινος ἑτέρας. εἶτα πάλιν ἐπανάληψις τῆς ἀπορίας· ἄρα οὖν ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει. εἶτα ὡς μὴ ἐξαρκούσης τῆς ἀπορίας τοῦ ἀτόπου τὸ μέγεθος παραστῆσαι, μετάληψις 518 αὐτῆς ἐπὶ τὸ ἐκ ταύτης ἀνακύπτον ἀτοπώτερον καὶ ἀπορώτερον· τί γὰρ ἔτι μέμφεται; φησίν. τί λοιπὸν κολάζει; τίς γὰρ ἀντιστῆναι δύναται τῇ βουλῇ αὐτοῦ; οὕτω τὴν ἀπορίαν αὐξήσας καὶ τραχύνας ἐπάγει δι' ἐπιτιμήσεως τὴν λύσιν σφόδρα δριμέως καὶ προσφυῶς λέγων· σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; οἷον· σὺ τί νῦν ποιεῖς ἀνταποκρινόμενος τῷ θεῷ; ἀνθίστασαι καὶ πολεμεῖς τῇ βουλῇ αὐτοῦ καὶ τῇ πράξει αὐτοῦ ἢ οὔ; εἰ μὲν γὰρ οὐχί, τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ θεῷ; εἰ δὲ ἀνθίστασαι καὶ ἀντιλέγεις καὶ ἀνταποκρίνῃ, πῶς λέγεις ὅτι τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ὥστε εἰ μὲν ἀνθίστασαι, μάτην καὶ κατὰ σεαυτοῦ ἐρεῖς· τί ὅτι μέμφεται; εἰ δὲ μὴ ἀνθίστασαι, οὐκέτι ἐρεῖς ὅλως τὸ τί ὅτι μέμφεται; οὐδὲ τὸ ἄρα ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, οὐδ' εἰς λογισμοὺς ἄρα ὅλως ἐξαχθήσῃ τοιούτους λογοθετεῖν τὸν δημιουργὸν ἐφ' οἷς πράττει καὶ διοικεῖ τὸν κόσμον, οὐδ' ἀντιλέγειν αὐτῷ καὶ ἀνθίστασθαι. οὕτως οὖν σπερματικῶς εἰπὼν τὴν ἀνατροπὴν τῆς ἀπορίας, καὶ ἑτέραν λύσιν ἀπὸ τῆς τῶν παρ' ἡμῖν δημιουργημάτων φύσεως καὶ ἰδιότητος ἐπάγει, τοῦτο μὲν παραινετικὴν περιέχουσαν συμβουλὴν καὶ διδασκαλίαν, τοῦτο δὲ καὶ ἀντιρρητικὸν ἔλεγχον. καὶ ἡ μὲν παραινετικὴ συμβουλὴ καὶ διδασκαλία τοιαύτη· τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ πλάστῃ καὶ δημιουργῷ; μίμησαι τὰ ἄλλα πλάσματα, ὁ λογικὸς τὰ ἄλογα, ὁ ἔμψυχος τὰ ἄψυχα, ὁ πλέον χρεωστῶν ἐξυμνεῖν τὸν πλάστην ἢ ἐκεῖνα τοὺς πλαστουργοὺς τοὺς ἰδίους. ἐκεῖνα οὐκ ἀντιλέγει οὐδὲ ἀνθίσταται τῷ δημιουργοῦντι, καίτοι φύσει δουλεύοντα, ἀλλ' ὅμως πρὸς τὸ ἐκείνου μετασχηματίζεται βούλημα, πάντα παραχωροῦντα τῷ τεχνίτῃ. καὶ σὺ μηδὲ φύσεως ἀνάγκῃ δουλεύων ἀλλὰ λόγῳ τιμηθεὶς καὶ αὐτεξουσιότητι, οὐχ ὑπείκεις τῷ τοῦ πλάσαντος βουλήματι καὶ στέργεις τὴν κυβέρνησιν, ἀλλὰ λογοθετεῖς καὶ ἀντιπίπτεις καὶ εὐθύνας ἀπαιτεῖς τῶν πραττομένων καὶ προνοουμένων. μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας; ἡ δέ γε κατ' ἔλεγχον ἀντίρρησις τοιαύτη· ἀνταποκρίνῃ τῷ θεῷ, φησίν, ὡς ἄκων ἁμαρτάνεις, ἅτε νικῶντος αὐτοῦ τὴν σὴν γνώμην τοῦ βουλήματος, καὶ τὸ αὐτεξούσιον ταύτῃ περιῃρημένος. καὶ μὴν οὐχ ὁρῶμεν ἐπὶ τῶν μὴ αὐτεξουσίων πλασμάτων ἃ σὺ ποιεῖς. ἐκεῖνα οὐκ ἀντιλέγει τοῖς πλάττουσιν· τί με οὕτως ἀλλὰ μὴ οὕτως ἐποίησας; ἢ τόδε τί οὕτως ἀλλὰ μὴ οὕτως; ἢ ὅλως τί με ἐποίησας; σὺ δὲ καὶ ἀντιλέγεις καὶ εὐθύνας τὸν πλάστην ἀπαιτεῖς, οὐκ ἄρα τοῦ αὐτεξουσίου ἐστέρησαι, οὐκ ἄρα ἄκων ἁμαρτάνεις. δικαίως ἄρα καὶ κολάζῃ σὺ καὶ ὑπὸ μέμψιν πίπτεις, αὐτεξούσιος ὢν καὶ μὴ πράττων τὰ δέοντα. καὶ ταῦτα μὲν περὶ τούτων. 519 Τὸ δὲ ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς καὶ ἑξῆς, ἄλλο ἐστὶν ἐπιχείρημα κατ' ἀντιπαράστασιν προαγόμενον. δεδόσθω, φησί, κατὰ τὸν σὸν λόγον καίτοι ἐλεγχθέντα, ὅτι οὐκ εἶ αὐτεξούσιος, ὅτι ὁ θεὸς οὕτως ἔπλασέν σε· οὐδ' οὕτως ἐστὶ δίκαιον ἀντιλέγειν καὶ μέμφεσθαι τῷ θεῷ. εἰ καὶ μηδὲν γὰρ ἄλλο προνόμιον αὐτῷ ἀποδοῦναι βούλει τῷ ὑπὲρ πάντα ὄντι καὶ λόγον καὶ ἔννοιαν, ἀλλὰ τέως τὸ πᾶσι