29
ἀποτρόπαιε· ὁ τὰ δεινὰ καθείργων. η ἀλεξίκακος ὁ σωτὴρ καὶ βοηθός. ̓Αλετρίβανοσ. οἱ μὲν δασέως παρὰ τὰς αλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν, τὸ ἀλήθειν. ̓Αλείπτησ. ὁ πρὸς τοὺς ἀγῶνας ἐπασκῶν, καὶ ὁ ἀγωνοθέτης. φησὶ καὶ ὁ θεόλογος Γρηγόριος· ἀλεῖπται τῆς ἀρετῆς. γίνεται δὲ ἀπὸ τοῦ ἀλείφω. οσα ὀνόματα ἀπὸ τοῦ ἀλείφω γινόμενα εἰ μὲν διὰ τοῦ ˉπˉτ ἐκφέρονται, φυλάσσουσι τὸν ˉεˉι δίφθογγον· οιον ἀλείπτω, ἀλείπτης, αλειπτον φάρμακον· ἀνάλειπτος ὁ μὴ ἀλειφθείς. εἰ δὲ διὰ τοῦ ˉφ ἐκφέρονται σύνθετα οντα, οὐ φυλάσσουσι τὸν ˉεˉι δίφθογγον, ἀλλὰ διὰ τοῦ ˉι γράφεται· οιον νηλιφὴς, ἀνηλιφής· σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσσῃ. πρόσκειται σύνθετα διὰ τὸ αλειφα, ο σημαίνει τὸ αλειμμα. ἐκ δὲ τοῦ ἀλείπτης γίνεται φιλαλειπτῶ, ὡς· οὐκ εστι πίστις ἀνδρὶ φιλαλειπτοῦντι. ̓Αλείτησ. ὁ ἁμαρτωλὸς, παρὰ τὸ ἀλῶ τὸ πλανῶ. γράφεται διὰ τῆς ˉεˉι διφθόγγου, διότι ἀνεφάνη τὸ ˉο ἐν τῷ ἀλείτης· τὰ γὰρ εχοντα τὸ ˉο ἀναφαινόμενον εχουσι τὸ ˉε ἐγκείμενον· οιον σπείρω, σπορὰ, ἀλείφω, ἀλοιφή. ̓Αλήτης δὲ ὁ πλανήτης, ˉη. alpha.119 ̓Αλεξίκακοσ. τὰ ἀπὸ ἐνεστώτων η μελλόντων γινόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπει τὸ ˉω εἰς ˉι· αρχω, ἀρχιστράτηγος· αυξω, αὐξίφωτος· λύσω, λυσίκομος· ἀλέξω, ἀλεξίκακος. ̓Αλίβασ. ὁ νεκρὸς, παρὰ τὸ λιβάδα μὴ εχειν, ο εστιν ὑγρότητα. ̔Αλιγενήσ. ὁ ἐν θαλάσσῃ γεννηθείς. ̓Αλιγέρνησ. κύριον. ̓Αληθήσ. ὁ τὰ οντα ὡς εχει λέγων. ̓Αληθοεπήσ. ὁ ἀψευδής. ̓Αλήϊοσ. ὁ πλανητικός. Αληξ. ποταμὸς ̓Ιταλίας. Αληπτοσ. ὁ ἀκράτητος. εἰπεῖν τὴν αἰτίαν, δι' ης αληπτός ἐστι τοῖς ἐχθροῖς. αληπτος καὶ ὁ ἀκατάληπτος. καὶ ἀλήπτως ἐπίῤῥημα ἀντὶ τοῦ ἀκαταγνώστως. ̔Αλίαρτοσ. ὁ ἠρτυμένος αλατι. ̔Αλιάρται. ἀπὸ ̔Αλιαρτίας χώρας. ̓Αλλίασ. ονομα κύριον. ̓Αλίαστοσ. ὁ μὴ φεύγων. παρὰ τὸ λιάζω λιαστός. -ἀμφὶ δ' αρα σφι λιάζετο κῦμα- ὁ μέλλων λιάσω, λελίακα, λελίαμαι, λελίασται. ῥηματικὸν ονομα λιαστός. καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀλίαστος, ον οὐκ αν τις ἐκκλίνῃ. καὶ τό· λιαζόμενον ποτὶ γαίην- τουτέστι κλινόμενον ἐπὶ τὴν γῆν. ωστε τὸ λιάζω δηλοῦν ποτὲ μὲν τὸ ἐκκλίνω, ποτὲ δὲ τὸ alpha.120 ἐκκλίνεσθαι. η παρὰ τὸ ἀλῶ, ἀλίζω, ἀφ' ου τὸ ἀλεύατο, ὡς φοιτῶ, φοιτίζω. ̔Αλίβρωτοσ. ὁ αλας ἐσθίων, η ὁ ὑπὸ τοῦ αλατος βεβρωμένος καὶ δεδασμένος. ̔Αλιζῶνεσ. οἱ Βιθυνοὶ, οτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωται, καὶ οἱονεὶ χερσόνησός ἐστιν, ἀπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζευγμένη. ̔Αληΐτορεσ. ἁλιεῖς καὶ ἁλεῖς οἱ αὐτοί. ̔Αλικαρνασόσ. πόλις Καρίας ἀπὸ τοῦ αλιον περιέχεσθαι τὴν Καρίαν. ὁ πολίτης ̔Αλικαρνασεύς. ̓Αλιμούσιος· ̓Αλιμοῦσ. δῆμος ἐστὶ τῆς Λεοντίδος. Αλιοσ. ὁ θαλάσσιος. καὶ ὁ ηλιος κατὰ τροπὴν δωρικήν. καὶ αλιος ὁ μάταιος. ̓Αλιπλάγητοσ. ουτω καλεῖται ὁ Πάν· η οτι ἐβοήθησεν τοῖς ̓Αθηναίοις ἐν τῇ ναυμαχίᾳ, η οτι τὸν Τυφῶνα δικτύοις ηγρευσεν. η οτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα, ὡς νόμιον θεόν. η οτι μεγαλόφρων ἐν τῇ χορείᾳ, ὡς ἁλίβρομος. η οτι τῆς ̓Ηχοῦς ἐρᾷ. πολύηχος ἡ θάλασσα. ̓Αλήτησ. ὁ πλανήτης. ἀπὸ τοῦ αλη ἀλήτης, ὡς πέδη πεδήτης. ̓Αλιτήριοσ. ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεόν. ἀλιτήριοι δὲ ἐκλήθησαν ἀπὸ τοιαύτης ἱστορίας. λιμὸς κατέλαβε ποτὲ τοὺς ̓Αθηναίους, καὶ οἱ πένητες τὰ τῶν ἀλούντων αλευρα διήρπαζον. ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. παρέτεινε δὲ τὸ ονομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούντων. alpha.121 ̓Αλιτηρίουσ. ἀποτυχόντας, ἁμαρτάνοντας, ἀστοχήσαντας. οὐ μόνον ἀπράκτους παρεσκεύασας ἐπανελθεῖν, ἀλλὰ καὶ ἀλιτηρίους πάντων τῶν αὐτοῖς ἐντεταλμένων ἀπέδειξας. ̓Αλιτήμων. ὁ ἁμαρτωλός. ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον. ἀπὸ γοῦν τοῦ ἀλιτῶ ἀλιτήσω γίνεται ἀλιτήμων· ὡς φιλῶ φιλήσω, φιλήμων. ἀπὸ δὲ τοῦ ἀλιτῶ ἀλιταίνω, ἐξ ου καὶ τὸ ἀλιτρὸν, ἀλιτραίνω. ̓Αλιφειρεύσ. ονομα ποταμοῦ. Αλθαινοσ. ονομα ποταμοῦ. ̓Αλκμάν. ορνεον θρηνητικόν. ̓Αλκαμένης· ̓Αλκαῖος· ̓Αλκιβιάδης· ̓Αλκι μαχος καὶ ̓Αλκιδάμασ. ὀνόματα κύρια. ̓Αλκίνοοσ. κύριον. καὶ ὁ δυνατός. ̓Αλκμαιωνίδαι. γένος ἐστὶν ἐπιφανὲς ̓Αθήνῃσιν, ἀπὸ ̓Αλκμάνος. ̓Αλκτῆρεσ. οἱ φύλακες. θείας ἀλκτῆρες ἱμερτῆς φιλότητος.