29
Οὔτε ὑμῶν, φησὶ, κατόρθωμα τοῦτο, οὔτε μὴν ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· αὐτῶν υἱοὺς ἑαυτοὺς καλῶν, καὶ πατέρας ἐκείνους. Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, Πνεύματος ἅτε καταξιωθέντας· ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. Οὕτω καὶ ὁ Χριστὸς βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν ἔλεγεν· Οἱ δὲ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια; Οὐκ εἶπεν, Οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακεία εἶναι. Οὕτω καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐ μεθύουσιν, ἀλλὰ, Πνεύματι φθέγγονται· καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς ἰσχυρίζεται. Οὕτω τῆς μὲν κατηγορίας αὐτοὺς ἀπήλλαξε δι' ἑαυτοῦ, τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Οὕτως εἶπεν, ὅτι τοῖς μὲν δι' ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο. Καὶ γὰρ καὶ δι' ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο. Εἶτα ἐπεξέρχεται τῇ προφητείᾳ ἐχούσῃ τι καὶ φοβερόν. Καὶ δώσω, φησὶ, τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως 60.51 καὶ περὶ τῶν Ἱεροσολύμων τῆς ἁλώσεως λέγων αἰνίττεται. Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὅρα, πῶς τὴν ἅλωσιν ὑπέγραψεν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο εἴρηκε. Λέγεται δ' οὖν ὅμως καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ. Ἅμα δὲ αὐτοὺς καὶ ἔπληξε, τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾷν τὰ μέλλοντα. Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Μὴ γὰρ ἐπειδὴ ἀτιμωρητὶ νῦν ἁμαρτάνετε, φησὶ, θαρσήσητε. Ταῦτα δὴ προοίμιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς. Ὁρᾷς, πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διεσάλευσε, καὶ τὸν γέλωτα μετέστρεψεν εἰς ἀπολογίαν; Εἰ γὰρ ταῦτα προοίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη περὶ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι. Τί δαί; ἆρα λέγων τὰ φοβερὰ ἐπιμένει; Οὐδαμῶς. Ἀλλὰ τί; Πάλιν δίδωσιν αὐτοῖς ἀναπνεῦσαι, καί φησι· Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τοῦτο εἴρηται μὲν περὶ τοῦ Χριστοῦ, καθὼς Παῦλος λέγει· οὗτος δὲ οὐ τολμᾷ σαφῶς αὐτὸ ἀποκαλύψαι. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Καλῶς ὡς πρὸς γελῶντας καὶ χλευάζοντας καθίσταται λέγων· Γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Ἀρχόμενος δὲ ἔλεγεν· Ἄνδρες Ἰουδαῖοι. Ἰουδαίους ἐμοὶ δοκεῖ λέγειν τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας. Καὶ, εἰ βούλει, παραθώμεθα τὰ ῥήματα ἐκεῖνα τὰ ἐν τῷ Εὐαγγελίῳ, ἵνα μάθῃς τίς ἐξαίφνης γέγονεν ὁ Πέτρος. Ἐξῆλθε, φησὶ, κόρη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Ὁ δὲ, Οὐκ οἶδα τὸν ἄνθρωπον, ἀπεκρίνατο. Καὶ πάλιν ἐπερωτηθεὶς ἤρξατο καταναθεματίζειν καὶ ὀμνύναι. βʹ. Ἀλλ' ὅρα ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν πολλὴν ἐλευθεροστομίαν. Οὐκ ἐπῄνεσε τοὺς εἰπόντας, ὅτι Ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἀλλὰ καὶ βαρεῖ, τῇ πρὸς ἐκείνους βαρύτητι καὶ τούτους σπουδαιοτέρους ποιῆσαι βουλόμενος, καὶ κολακείας τὸν λόγον ἀπηλλαγμένον ἀποδεῖξαι. Πανταχοῦ γὰρ τοῦτο παρατηρεῖν καλὸν, καὶ πῶς ἐν τάξει συγκαταβάσεως πάσης κολακείας ὁ λόγος ἀπήλλακται καὶ πάσης ὕβρεως, ὅπερ δύσκολον. Τὸ δὲ καὶ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι, οὐχ ἁπλῶς ᾠκονόμηται. Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς. Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέμοντα; Καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Τοῦτο εἰπὼν, οὐδὲν προσέθηκεν, ἀλλ' ἐπήγαγε· Τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. ∆είκνυσι γὰρ λοιπὸν τὴν συντέλειαν οὖσαν ἐγγύς. Οὕτω τὸ, Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἔχει τινὰ ἔμφασιν. Εἶτα ἵνα μὴ δόξῃ εἰς τοὺς υἱοὺς περιιστᾷν μόνον τὸ πρᾶγμα, ἐπάγει· Καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια