συνθέτων τῶν μὴ ὄντων ἀπὸ προθέσεως κλίσις ἐγένετο συνθέσεως, μετὰ γὰρ τὴν σύν θεσιν ἐγένετο ἡ κλίσις, τουτέστι πρῶτον συνετέθησαν καὶ οὕτως ἐκλί θησαν, οἷον φιλοσοφῶ ἐφιλοσόφουν, χειροκοπῶ ἐχειροκόπουν· ἐπὶ μέντοι τῶν ἀπὸ προθέσεως ἀρχομένων τὸ ἐναντίον γίνεται, σύνθεσις γὰρ γίνεται κλίσεως, τουτέστι κατὰ χρόνον γίνεται ἡ σύνθεσις, καὶ ὡς ἄν τις εἴποι πρῶτον κλίνονται καὶ οὕτω συντίθενται, οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω, καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον, καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα, καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν, καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα, καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω· τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεσις ἔξ ωθέν τί ποτε δεχομένη· τῆς γὰρ προθέσεως, ὡς ἐμάθομεν, οὐδὲν ἐθέλει προτίθεσθαι. ∆ιατί δὲ τῶν προθέσεων πασῶν τῶν εἰς φωνῆεν ληγουσῶν ἐκθλιβομένων, οἷον καταγράφω κατέγραφον, ἀνέρχομαι ἀνηρ χόμην, διέλθω διῆλθον, ἡ πρό καὶ ἡ περί οὐκ ἐκθλίβονται, οἷον προ έρχομαι περιέρχομαι, ἐν τῷ περὶ προθέσεως, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ὁ Ἀπολλώνιός φησιν. Πρὸς τοῦτον δὲ ἀντιλέγει ὁ Ἡρωδιανὸς λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ καταγράφω, ἀλλὰ μέρος ἐστὶ τοῦ 53 ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις· ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ˉεˉυ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις· ἄλλως τε ἰδοὺ τὸ συνήγορος ἀπὸ προθέσεως ἄρχεται, καὶ ὅμως λέγεται εὐσυνήγορος, καὶ πάλιν σύμ βουλος εὐσύμβουλος, ἐπανοίκτης θυρεπανοίκτης· οὐκ ὤφειλον οὖν οὐδὲ ταῦτα ἀπὸ προθέσεως ἀρχόμενα δέξασθαι ἔξωθέν τί ποτε. Ταῦτα μὲν οὖν ὁ Ἡρωδιανός.
Ἡμεῖς δὲ ἀπολογούμεθα ὑπὲρ τοῦ Ἀπολλωνίου λέγοντες, ὅτι ἄλλο λέξις καὶ ἄλλο συλλαβή. Ἐὰν μὲν γὰρ λέξις προσέλθῃ μετὰ <τὴν> σύνθεσιν, φυλάττεται τὸ ἰδίωμα <τὸ> ἀρχι κόν, ἐὰν δὲ συλλαβή, οὐκέτι· καὶ δῆλον ἐκ τῆς δασείας· ὥσπερ γὰρ λέγομεν, ὅτι ἡ δασεῖα φίλαρχός ἐστιν, οἷον ῥώμη ῥήτωρ εὗρον ὕβρις ὕλη, καὶ ὅμως ἐν ταῖς συνθέσεσιν φυλάττεται ἡ δασεῖα, ὡς ἐν τῷ καθίσταμαι φιλορώμαιος μισορήτωρ ἐφεῦρον, ἐπειδὴ λέξις προσῆλθε, καὶ ἐφυλάχθη τὸ ἰδίωμα τὸ ἀρχικόν, ἐὰν δὲ προσέλθῃ συλλαβή, τότε ἐξαμαυροῦται κυρίως ἡ ἄρχουσα τῆς λέξεως, οἷόν ἐστιν ὁρῶ ὁρᾷς· τούτου γίνεται ὁ παρατατικὸς ὥρων δασυνομένης τῆς πρώτης συλλαβῆς, καὶ ἐπειδὴ ἐπλεόνασε τὸ ˉε καὶ ἐγένετο ἑώρων, ἅμα τῷ πλεονασμῷ παρεφθάρη καὶ ἡ ἄρχουσα· συλλαβὴ γὰρ προσῆλθε, καὶ διὰ τοῦτο ἀνέδραμεν ἡ δασεῖα ἀπὸ τῆς δευτέρας συλλαβῆς ἐπὶ τὴν πρώτην· ἔχο μεν γὰρ ὅτι φίλαρχός ἐστιν ἡ δασεῖα· καὶ πάλιν ἐπὶ τοῦ ἐμός σός ὅς τὸ ὅς δασύνεται· ὅταν δὲ πλεονάσῃ τὸ ˉε καὶ γένηται ἑός, ἀνατρέχει ἡ δασεῖα εἰς τὴν πρώτην συλλαβήν, ὡς δῆθεν διὰ τοῦ πλεονασμοῦ τῆς συλλαβῆς ἐξαμαυρωθείσης τῆς ἀρχούσης· ἐν δὲ τοῖς συνθέτοις οὐδὲν τοιοῦτον, ὡς εἴρηται, γίνεται, ἀλλὰ φυλάττεται ἡ δασεῖα, ἅτε δὴ τῆς ἁπλῆς λέξεως ἔτι ἐμφαινούσης τὴν ἰδίαν ἄρχουσαν· τοῦτον τὸν τρόπον καὶ αἱ προθέσεις, ἐὰν μὲν προσλάβωσιν ἄλλην λέξιν μετὰ τὴν σύνθεσιν, φυλάττουσι τὴν ἰδίαν ἀρχικὴν συλλαβήν, οἷον συνήγορος εὐσυνήγορος, σύμβουλος εὐσύμβουλος, ἐὰν δὲ προσλάβωσι συλλαβήν, ἐξαμαυροῦσι τὴν ἰδίαν ἀρχικὴν συλλαβήν. Καὶ τούτου χάριν τὸ καταγράφω οὐ δύναται γενέσθαι ἐκατάγραφον, ἐπειδὴ αἱ συλλαβαί, ὡς εἴρηται, προσερχόμεναι ταῖς λέξεσιν οὐ φυλάττουσιν αὐτῶν τὸ ἰδίωμα τὸ ἀρχικόν· ἐν οὖν τῷ συνήγορος εὐσυνήγορος καὶ ἐπανοίκτης θυρεπανοίκτης, εἰ καὶ προσέρ χονται ταῖς προθέσεσιν, ἀλλ' αὗται οὐκ εἰσὶ συλλαβαὶ ἀλλὰ λέξεις, ὥστε φυλάττεσθαι τὰ ἰδιώματα τῆς προθέσεως ἤγουν τὴν ἀρχικὴν ἐξ ουσίαν· ἐν δὲ τῷ καταγράφω ἐὰν γένηται ἐκατάγραφον συλλαβῆς 54 προσερχομένης καὶ οὐ λέξεως, ἐξαμαυροῦται τελείως τὸ ἰδίωμα τῆς προθέσεως θελούσης ἀεὶ <εἶναι> κατ' ἀρχήν· οὐκέτι γὰρ