30
διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς, καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι περὶ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ 63.606 τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι 63.606 τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν, οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τὸ σβέσαι τὴν πυρὰν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ τῶν ὑπὸ τῶν πονηρῶν δαιμόνων ἐπηρεαζομένων ἀδελφῶν ποίει. Καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δὴ καὶ τὴν σὴν ψυχὴν μὴ προκαταλάβῃ ὁδῷ βαδίζων ὁ δαίμων· καὶ ὅταν ἴδῃς παρόντα, μετὰ πολλῆς τῆς σπουδῆς πρόσφυγε τῷ ∆εσπότῃ, ἵν' ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν. Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον, ταχέως ἐπεισελεύσεται· ἂν δὲ καὶ συντεταμένον καὶ διεγηγερμένον, καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι, καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι. Οὐδὲν γὰρ οὕτως αὐτοῦ τὴν καθ' ἡμᾶς ἔφοδον ἀποτειχίζειν εἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. 63.607 Εἰ δὲ βούλει μαθεῖν ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου· Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ ἐκ τῆς πλάνης, φησὶ, πρὸς τὴν ἀλήθειαν χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς τὴν ἀρετὴν ὁδηγῶν τὸν πλησίον κατὰ δύναμιν τὴν ἀνθρωπίνην, ἐμὲ μιμεῖται. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, καὶ σταυρὸν κατεδέξατο, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινε δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς χειραγωγῆσαι ὁδόν; Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων οἱ τὰ τῆς τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγιστον ἀγάπης τεκμήριον ἐκφαίνουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς, ὅτε τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν τὴν μνήμην τῶν παρ' ἑαυτῷ εἰρημένων. Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων παρουσίας ἀπολαύομεν, οὐχὶ τῶν σωμάτων αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες. Τὰ γὰρ παρ' αὐτῶν εἰρημένα, τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν. Ὥσπερ οὖν οἱ ἰατροὶ οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους τὰς ἀῤῥωστίας θεραπεύσοντες· οὕτω καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν τῶν ἀῤῥωστούντων κατὰ ψυχὴν ἀδελφῶν ἀνάῤῥωσιν, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος. Κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν· δύναται γὰρ πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν ἀντίψυχον. Εἰ γὰρ χήρας ἐνδύσασα καὶ πενίαν διορθωσαμένη ἡ Ταβιθὰ ἐκείνη, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν ἐλεηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης· τί οὐκ ἂν ἐργάσεται τῶν ἀνθρώπων τὰ δάκρυα, ὅσοι ὑπὸ