ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ τοῦ πλήθους τῶν θεωμένων ὕβρεων αὐτοῖς καὶ ἐμπτυσμάτων, οἷα περὶ τὸ ὀχλῶδες καὶ ἀγελαῖον συμβαίνειν εἴωθε, καταχεθέντων οὕτω τὸν ἄθεσμον ἐκεῖνον καὶ αἴσχιστον διήνυσαν δίαυλον. μετὰ δὲ ταῦτα ἄνδρας τινὰς τῶν ἐν ὑπεροχαῖς καὶ ἀξιώμασιν ἐγκλήμασι βαρυτάτοις συκοφαντῶν ὑπάγει ὡς εἰς τὴν ἀρχὴν αὐτῷ ἐπιβουλεύειν πειρωμένους. τούτων δ' ἦν Ἀντίοχος μὲν ὁ τῶν δημοσίων πραγμάτων τὰς ὑπομνήσεις αὐτῷ διακομίζων (λογοθέτην δὲ τοῦ δρόμου τὴν ἀξίαν οἱ περὶ τὰ βασίλεια καλοῦσι), Θεοφύλακτος δὲ ἐν τοῖς πατρικίοις καὶ στρατηγοῖς διατελῶν, ἔτι μὴν καὶ ἄλλοι τῶν περὶ αὐτὸν ἀσπιδηφόρων καὶ δορυφόρων τυγχάνοντες, πρὸς δὲ καὶ τούτων ἐκτὸς ἕτεροι. μετ' οὐ πολὺ τὴν ὁμοίαν ἐπιτελῶν ἅμιλλαν δεσμώτας ἐνταῦθα περιελκύσας ἐθριάμβευε· καὶ τῇ ἑξῆς Κωνσταντῖνον μὲν καὶ Στρατήγιον ἀδελφοὺς ὑπάρχοντας θανάτῳ κατεδίκασε, καὶ ἤδη τούτων τὰς κεφαλὰς ἐν τῷ λεγομένῳ τῆς πόλεως κυνηγίῳ ἀπέτεμεν, ἄλλων δ' αὖ τοὺς ὀφθαλμοὺς ἐξέκοψε. καὶ τῇ ὑστεραίᾳ παρασκευάζει τῶν οἰκείων τινὰς Κωνσταντίνου τοῦ τῆς πόλεως ἀρχιερέως ὅρκον κατ' αὐτοῦ ἐξυφῆναι κατηγορίαν, διελέγχειν δὲ φανερῶς ὡς παρ' αὐτοῦ ἀκηκοέναι πάντα τὰ παρὰ τῶν περὶ Ἀντίοχον καὶ Θεοφύλακτον μελετώμενα. καὶ εὐθὺς ἐκεῖνον μὲν ἐξόριστον ἐν τῇ Ἱερίᾳ, οὕτω καλουμένου βασιλικοῦ παλατίου ἀντιπέρα πρὸς εὖρον ἄνεμον τοῦ 75 Βυζαντίου κείμενον, παρέπεμψε, Νικήταν δὲ πρεσβύτερον τῆς τῶν ἁγίων ἀποστόλων ἐκκλησίας εὐνοῦχον προχειρίζεται ἀρχιερέα. ταῦτα δὲ πάντα ἐπράττετο κατὰ τὸν Αὔγουστον μῆνα τῆς τετάρτης ἰνδικτιόνος. [Κατὰ δὲ τὸν Ὀκτώβριον μῆνα τῆς ἕκτης ἰνδικτιόνος] μετ' οὐ πολὺ δὲ μεταπέμπεται Κωνσταντῖνον καὶ ἀποστέλλει πρὸς τὸ ἱερὸν φορείῳ ἐποχούμενον. συνεκπέμπει δέ τινα αὐτῷ τῶν βασιλικῶν γραμματέων κομίζοντα ἐν γραμματίῳ ὅσα κατ' αὐτοῦ· ἅπερ εἰς ὑπήκοον τοῦ ἀθροισθέντος ἐκεῖσε λαοῦ ἀνέγνω, παίων αὐτὸν κατὰ κόρρης ἐφ' ἑνὶ ἑκάστῳ τῶν κατηγορουμένων. καὶ οὕτως ἐπὶ τοῦ ἄμβωνος ἀνενέγκαντες καθαιροῦσι, τοῦ νέου πατριάρχου πρὸς τῷ θυσιαστηρίῳ τὰ τοιαῦτα αἰτιάματα ὑπαναγινώσκοντος. καὶ τῇ ἑξῆς τὴν συνήθη αὐτῷ ἱππικὴν ἀγωνίαν ἐπιτελῶν ἐπιτρέπει αὐτὸν ἐπ' ὄνου προσιζηκότα, τῆς καθέδρας αὐτῷ πρὸς τοῖς ὀπισθίοις τοῦ ζῴου περιτραπείσης, καὶ ἐκεῖσε διέλκεσθαι καὶ ὑπὸ τοῦ λαοῦ παντὸς δυσφημεῖσθαί τε καὶ καταπτύεσθαι. εἶτα μετ' οὐ πολὺ ἐν τῷ τῆς πόλεως κυνηγίῳ τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι προστέταχε, καὶ τὴν μὲν ἐν τῷ καλουμένῳ Μιλίῳ ἐξαρτηθεῖσαν μετέωρον φέρεσθαι, τὸ δ' αὐτοῦ σῶμα σχοινίοις διασύρουσιν ἀνὰ τὰς λεωφόρους τῆς πόλεως εἰς τοὺς τῶν Πελαγίων καλουμένους τάφους ἐξέρριπτον. Πέμπτῃ δὲ ἰνδικτιόνι ἀβροχίας ἐπικρατούσης αὐχμῶδες καὶ ξηρὸν γέγονε τὸ κατάστημα, ὡς καὶ αὐτὴν ἐπιλελοιπέναι τὴν ἀέριον δρόσον, ἔτι καὶ τὰ πηγαῖα ὑποστέλλεσθαι νάματα, ἀργά τε μένειν ἐντεῦθεν καὶ τὰ λουτρὰ τῶν ἐκδοχείων κενῶν ὑπαρξάντων. ἐκ τούτου βουλεύεται Κωνσταντῖνος τὸν τοῦ ὕδατος ὁλκὸν ἀνακαινίζειν ὃν Βαλεντινιανὸς ὁ βασιλεὺς κατεσκεύασεν, ὑπὸ δὲ Ἀβάρων ἐπὶ τῶν Ἡρακλείου χρόνων 76 τοῦ βασιλέως καταστραφέντα. καὶ πλείστους ἄνδρας τεχνίτας εἰς οἰκοδομὴν ἐμπείρους ἐκ τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς συναθροίσας, πολλά τε δαπανήματα αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων προσαναλώσας, οὕτω τὸ τοιοῦτον ἔργον ἐτέλεσε. φιλόχρυσος δὲ ὢν ὁ μισόχριστος νέος Μίδας Κωνσταντῖνος ἀναδείκνυται καὶ τὸν χρυσὸν ἅπαντα ἀποθησαυρίζει. ἐν οἷς συνέβαινεν ἐν ταῖς τῶν φόρων πράξεσι τῶν φορολογουμένων βιαζομένων εὐώνως τὰ τῆς γῆς καρπήματα καὶ γεννήματα διαπιπράσκεσθαι, ὡς τῷ νομίσματι ἑξήκοντα μοδίους σίτου διαγοράζεσθαι, κριθῆς δὲ ἑβδομήκοντα, καὶ πλεῖστα ἄγαν βραχείᾳ πάνυ ἀπεμπολεῖσθαι ποσότητι. ὅπερ τοῖς μὲν ἀνοήτοις εὐφορία τε γῆς καὶ πραγμάτων εὐθηνία ἐνομίζετο, τοῖς δὲ εὖ φρονοῦσι τυραννίδος καὶ φιλοχρηματίας ἔργον καὶ