μὲν οὔδει καθήμε νος, εἰδὼς δὲ οὐδ' ὅσα ἡμίονοι. δέδοικα δὲ μή ποτέ σού τις τῶν παρεστώτων τοῦ ἱματίου λαβόμενος «ἑταῖρε», φαίη, «πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;» εἶτα δή σε ἀντισπασάμενος ἀπελάσῃ τοῦ συνεδρίου ἢ ὥσπερ τὸν Ἥφαιστον ἀποκρημνίσῃ τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο. πρὶν οὖν ἐκεῖθεν εἰς γῆν ἀθρόον ἀποδισκευθῆναι καὶ τὸν πόδα ἐξαρθρωθῆναι ἠρέμα τοῦ Ὀλύμπου κατάβηθι ἀντερείδων καὶ ἀντιστηριζόμενος, μέχρι ἂν κατὰ βραχὺ προϊὼν εὐθύ τε τῶν προπόδων γένοιο καὶ εἰς τὸ παρακεί μενον τῶν καπηλείων ἐμβαίης, ἔνθα οὐδείς σε τὴν ἐξούλης γράψεται τῶν πατρῴων ἐχόμενον. 15 Πρὸς αὐτὸν (σξ. Πόθον τὸν βεστάρχην) ἐρωτήσαντα ποῖος ἐγκωμίων κρείττων Ἠρώτησας εἴ τις μὲν ἐγκωμίων κρείττων ἐστίν, εἴ τις δὲ χείρων ἢ ὥστε δυσφημίας τυχεῖν. πρὸς τοῦτο γοῦν συντόμως σοι ἀποκρίνομαι, τὸ μὲν τῇ κοινῇ ὑπολήψει διδούς, τὸ δὲ τὸ φανθὲν ἐμοὶ μετὰ καὶ πλειόνων ἑτέρων δοξάζων. ἐγκωμίων μὲν κρείττων μόνος θεός (οὗ γὰρ ἡ τῶν ἀρετῶν οὐκ ἐφάπτεται δύναμις, τούτῳ πῶς ἄν τις προσαγάγῃ ἐγκώμιον ὁ γὰρ ἐγκωμιάζων, ἵνα μὴ τὰ ἐκτὸς λέγω, ἐκ τῶν περὶ τὰς ἀρετὰς ἀφορμῶν τὴν εὐφημίαν συναγείρειν εἴωθεν), ἥττων δὲ ἢ ὥστε ψό γον λαβεῖν, ἀποφαντικώτατα εἴποιμι, ὁ μητροπολίτης Ταρσοῦ, ἄνθρω πος πάσης μὲν κακίας ὑπερβεβηκὼς μέτρα, πάσης δὲ παρανομίας ἐλάττων γενόμενος. ἡ μὲν οὖν παροιμία θεόν φησι τὴν ἀναίδειαν, ἢ κατ' εὐφημισμὸν τοῦτο λέγουσα διὰ τὴν τῆς κακίας ὑπερβολήν, ἢ τὸ πάντα τὸν ἀναιδῆ δύνασθαι διὰ τὴν τῆς ἀναισχυντίας ὑπεροχήν. ὁ δέ γε ἀνὴρ οὗτος, καὶ ὑπὲρ αὐτὴν τὴν λεγομένην ἀναίδειαν τὴν οἰκείαν στήσας ψυχήν, οὐδὲ τὴν πρὸς τοὺς δαίμονας δέξαιτ' ἂν σύγκρισιν, οὓς ὅ τε λόγος καὶ ἡ πεῖρα τοῖς ἀκριβεστέροις ἀναιδεστέρους ἀπέδειξε. Λέγω δὲ ταῦτα οὐκ ἄλλων λεγόντων ἀκηκοώς, ἀλλ' αὐτὸς ἀκριβέ στερον τούτῳ ἐνατενίσας καὶ τὸν ἐκκείμενον αὐτῷ βασιλίσκον, ἵνα μὴ λέγω ἐγκείμενον, καταμαθών. ὅτι μὲν γὰρ καὶ τὸ ἀπόθετον αὐτῷ κακὸν τοιοῦτόν ἐστιν, οἷον μὴ ἂν ἄλλῃ χορηγηθῆναι ψυχῇ, οὐδεὶς τῶν πεπειρα μένων τοῦ ἀνδρὸς ἀγνοεῖ. τὸ δ' οὖν φαινόμενον-ἀλλ' ἐπεὶ μὴ δύναμαι ἐξ ὁμοιότητος τοῦτο ἀκριβώσασθαί τε καὶ παραστῆσαι, ἀντιθέτως ἐρῶ· ὅπερ γάρ ἐστιν ἄστρασιν ἥλιος καὶ τῷ μεγέθει τοῦ κύκλου καὶ τῷ ἀπείρῳ ὑπερβάλλων φωτί, τοῦτο πρὸς τοὺς ἀναιδεῖς δαίμονας ὁ μητροπο λίτης ἐστί· τοσοῦτός ἐστι τὴν κακίαν καὶ οὕτω τῶν χειρόνων τῇ φύσει κεκράτηκε. Τὸ μὲν οὖν λέγειν ὅθεν τε καὶ ἐξ οἵας τύχης τρόπῳ τε οἵῳ εἰσεφθάρη τῇ ἐκκλησίᾳ καὶ προεδρίας ἠξίωται, ὅσα τε αὐτῷ μετὰ ταῦτα τετόλμηται, ὅπως τε ἐξ αὐτῆς, ὅ φασιν, ἑστίας κακουργεῖν ἤρξατο κατὰ τοῦ χειροτονή σαντος τοῦτον λελυττηκὼς ἀνδρός, ὃν ἡ μὲν μεγαλόπολις αὕτη οἷα φωστῆρα προήνεγκεν, ἡ δὲ Ἀντιόχεια τῶν ἀκτίνων ἀπήλαυσε, καὶ ὡς δι' ἁμίλλης αὐτῷ ἐληλύθει καὶ τὸ πέμπτον, ὅ φασι, μέρος τῶν ψήφων μὴ λαβὼν διακενῆς κατ' αὐτοῦ μεμελέτηκε, τὰ μὲν ἀνέδην καὶ ἀναιδῶς βλασφημῶν, τὰ δὲ ὥσπερ ἐν σκηνῇ τοὺς κακουργοτάτους τῶν ἀνθρώπων ὑποκρινόμε νος, ἄλλα τε εἰ τούτοις προστίθημι πλείονα, ἐλάττω πάντα τῆς τοῦ ἀνδρὸς κακοηθείας ἐστί· κἂν εἰ πᾶσάν τις ἄλλην κακίαν τούτῳ συνέλοι, ἀσύγκριτος σύμπασα πρὸς τὴν τῆς ἐκείνου μοχθηρίας ὑπερβολήν. αὐτίκα καὶ αὐτόθεν ὁρώμενος ἀκριβὴς εἰκὼν τῆς τοῦ Ἀντιχρίστου παρουσίας ἐστί· τοσοῦτον αὐτῷ καὶ ἡ ὄψις ἀπηναισχύντηκεν, ἡ δὲ γλῶττα, ὥστε (καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πολλάκις) τολμᾶν φλυαρεῖν καὶ μεγαλ αυχεῖν, τὸ θεῖναι ἐπὶ τῶν νεφελῶν τὸν θρόνον αὐτοῦ καὶ ὅσα τῆς τοιαύτης βλασφημίας ἐστίν. οἶδα μὲν οὖν ὅτι ληροῦσιν Ἕλληνες ἀνθρώπεια σώματα ἐκ δαιμονίων ψυχοῦντες φύσεων, ἀλλ' οὗτος