τὸν λῆρον εἰς ἀλήθειαν ἐκβιάζεται. Μὴ ὁμίλει οὖν τῷ ἀνδρί, μὴ θίγε, μὴ κοινώνει τραπέζης, μήτε ἁλῶν μήτ' ἄλλων, κἂν εἰ τὸν θεῖον δίσκον μετὰ τοῦ ἱεροῦ ποτηρίου μεταχει ρίζοιτο, ἀλλὰ καὶ ἐκ διαστημάτων ἀφίστασο. λοιμός ἐστιν ἄντικρυς· μὴ διαδόσιμός σοι ὁ μολυσμὸς αὐτῷ γένοιτο. εἰ μὲν οὖν οὔπω τῷ Ἀντιχρίστῳ καιρὸς οὐκ οἶδα σαφῶς, ὅτι δὲ οὗτος δαίμων αὐτόχρημα ἀπλανῶς κατα νενόηκα. 16 {Πρὸς τὸν ἑαυτοῦ παπᾶν Καὶ ποταπὸς παπᾶς ὁ παπᾶς ὁ ἐμός, μήθ' εἱρμὸν μήτε πρὸς εἱρμὸν ᾄδειν εἰδὼς μήτε φωνῆς εὖ ἔχων μήτε μέλος ἀναβαλέσθαι δυνάμενος (πολλοῦ γε δεῖ οἴκους καὶ ὑπακοὰς ἐξεπίστασθαι καὶ ἐφ' ὅτῳ ταῦτα καὶ ὅθεν); οὕτω πόρρω τῆς τῶν Λευϊτῶν διακονίας ἐστίν, ὅσα γε οὐδὲ τὸ σχῆμα δεῖν ἔχειν τὸ ἱερὸν ἡγήσατο· οὔτε γὰρ τὸ χιτώνιον ἀπηκριβώσατο, ἀλλὰ κατὰ τὴν πέζαν διέρρηξε, καὶ τὴν τῆς κεφαλῆς κόρσην κομήσειν ἐξεπίτηδες ἐποιήσατο. ἆρ' οὖν τῆς μὲν ἐπὶ τοῖς ἱεροῖς διακονίας ἀπέστη καὶ τάξεως, ἑτέραν δὲ ἰδέαν καλλίστου βίου προείλετο; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πολλὰ μὲν τῶν σεμνῶν ὀνομάτων κικλήσκεται, γραμματικὸς καὶ νοτάριος, ὥσπερ δὴ καὶ τὸ εἰρημένον ἐπονομάζεται. ἔστι δὲ αὐτῷ ταῦτα, ὥσπερ οἱ ἀργοὶ κύνες παρὰ τῷ ποιητῇ καὶ ἡ πόρνη ἑταίρα παρὰ τοῖς ῥήτορσι σεμνοποιουμένη καὶ ἡ λαιὰ χεὶρ λεγομένη εὐώνυμος καὶ οἱ παρ' ἡμῖν Αἰθίοπες, τὴν μὲν χρόαν μελάντατοι, ἀργυροῖ δ' ἐξ ἀντιφράσεως προσαγορευόμενοι· τοιοῦτον αὐτῷ καὶ τὸ γραμματικὸς ὄνομα καὶ τὸ νοτάριος. παιδίον μὲν γὰρ ὢν ἐς ἀμφοτέρας ἐφοίτησε τὰς διατριβὰς καὶ πολλὰ τῶν γυμνασίων μετήμειψεν, οὐχ ὥστε μαθεῖν ἀλλὰ τοῖς μανθάνουσι συγχέαι τὴν παίδευσιν· ὥστ' εἴ τις αὐτὸν ἐρωτῴη τί ποτε τὸ ὀρθογραφεῖν ἢ τὸ ἐπιμεριζόμενον ἢ κλίσις ἢ πτῶσις ἢ λόγου σύνταξις, ὁ δὲ ὡς πρὸς βάρβαρά τινα ἐξαπορεῖται τὰ ἐρωτώμενα καὶ εἰπεῖν τι Ἑλληνικώτερον τὸν ἐρωτῶντα καταναγκάζει, στίχον δὲ ἢ ἐκστίχιον ἢ παράθεσιν ἢ κουκούλιον ἢ δημοσίαν γραφήν τε καὶ συγγραφήν, οὐδ' εἰ ἐν ὀνόμασι τεταγμένα τυγχάνουσιν, οἶδεν. οὕτως πάσης ἀμοιρεῖ καὶ τάξεως καὶ παιδεύσεως. Ἀλλὰ τούτων μὲν ἀπεστέρηται, ἡ δέ γε ἰδέα τῆς κατ' αὐτὸν ζωῆς εὐσχήμων καὶ οἵαν εὔξαιτ' ἄν τις τῶν τὰ κρείττω ζηλούντων μιμήσασθαι; οὐμενοῦν· κυβεύει γὰρ ὅσαι ὧραι, οὐ τὴν συνήθη ταύτην κυβείαν καὶ ἣν ἄν τις καὶ τῶν εὖ βιούντων ἐς διάχυσιν ἑστηκυίας γνώμης συμπαίξειεν, ἀλλὰ τὴν ἐκτετραμμένην τε καὶ ἐπίρρητον. πεττοὶ γοῦν αὐτῷ πολυειδεῖς καὶ ποικίλοι, οἱ μὲν πλείω, οἱ δ' ἐλάττω βάλλοντες καὶ οἱ μὲν ἐς περιττὰ τοὐπίπαν ἀναρριπτούμενοι στίγματα, οἱ δ' ἐς ἄρτια· προλαμβάνει τε ἀριθμούς τινας καὶ ἀντιδίδωσιν ἑτέρους καὶ τίθησι τούτους ὡσανεὶ σκοποὺς καὶ πρὸς τὰ διωμολογημένα διαπραγματεύεται ἀντεμβάλλει τε καὶ τοῖς πλείοσι καὶ τοῖς ἐλάττοσι, καί τινας δυνάμεις ἐπὶ τούτοις ἀνακι κλήσκεται ὧν αὐτὸς ἂν εἰδείη καὶ τὰς ἐνεργείας καὶ τὰ ὀνόματα. οὕτω πολύς ἐστι τῶν φαύλων τὴν ἐπιστήμην καὶ ἐπιχειρεῖ τοῖς κακοῖς καὶ ἐπεξεργάζεται, ἄλλα ἐπ' ἄλλοις ἐφευρίσκων τῆς τοιαύτης κακοτεχνίας. διημερεύει τε καὶ παννυχίζει ἐπὶ τοσούτοις κακοῖς καὶ τὴν τηλίαν οὐκ ἀφίησι τῶν γονάτων, ἀλλ' ὥσπερ τινὰ δέλτον μεταχειρίζεται· ἔστι δ' ὅτε καὶ μὴ ὄντος τοῦ ἀνταγωνιζομένου αὐτὸς πρὸς ἑαυτὸν ἁμιλλᾶται σκιαμαχῶν ἄντικρυς. Τὰ δ' ἐν τούτοις διαλείμματα ἆρά γε ὥσπερ τῶν ἐν πυρετοῖς περιόδων ἥσυχά τε καὶ ἀναπαύσιμα; οὐμενοῦν. πότοι γοῦν καὶ καπηλεῖα τὰ προ ηγησάμενα διαδέχεται· καὶ νῦν μὲν ἄκρατον ἀπορροφᾷ τὸν ἀνθοσμίαν, νῦν δὲ κιρνᾷ μέν, ἀλλ' ὀλίγῳ καταμιγνύων ὕδατι λιαρῷ, ἵνα μὴ τὴν τοῦ ἀκράτου δύναμιν, φησίν, ἐλαττώσαι (οἶδε γὰρ ἐν τοῖς τοιούτοις φιλοσο φεῖν). πολλάκις δ' αὐτὸ τὸ ἐκ τῶν