δι' αὐτοῦ εἰσαγωγῆς. 2.8.62 Τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκολουθεῖ πάντα, λόγῳ ἑπόμενα ἡγουμένῳ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἵπποις λευκοῖς· πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. Καὶ ὥσπερ «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἶμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόντων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων. 2.8.63 Ἐπισκέψαι δὲ τοὺς λευκοὺς ἵππους τῶν ἀκολου θούντων τῷ λόγῳ, ἐνδεδυμένους «βύσσινον λευκὸν καὶ καθα ρόν», εἰ μή, ἐπεὶ ἡ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἃς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθα ρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. Ταῦτα δὴ ἐπὶ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασκούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν. 2.9.n Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 2.9.64 Τοῖς μὴ ἀκριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλομένοις προτάσεις δόξει ταὐτολογεῖν ὁ εὐαγγελι στής, οὐδὲν πλέον λέγων ἐν τῷ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν» παρὰ τὸ «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 2.9.65 Τηρη τέον δὲ ὅτι ἐν μὲν τῷ «Ὁ λόγος ἦν πρὸς τὸν θεὸν» οὐ μανθάνομεν τὸ πότε ἢ ἐν τίνι «ἦν πρὸς τὸν θεόν», κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον· τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔστιν ἐνθάδε, ὧν τὸ τέταρτον «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». 2.9.66 Οὐ ταὐτὸν δὲ τὸ «Ὁ λόγος ἦν πρὸς τὸν θεόν»· καὶ τὸ «Οὗτος ἦν» οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἢ ἐν τίνι πρὸς τὸν θεόν· «Οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». Ἀλλὰ καὶ τὸ «οὗτος» κατὰ δεῖξιν ἐκφερόμενον νομισθή σεται ἐπὶ τοῦ λόγου τετάχθαι ἢ ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ εὕρῃ σύλληψιν τῶν προτέρων γινομένην ἐν τῇ «οὗτος» προσηγορίᾳ τῆς τε λόγος ἐπινοίας καὶ τῆς θεός, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἓν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ λόγος ἐστὶν ἡ θεός, οὐδὲ ἐν τῇ θεὸς ἡ λόγος. 2.9.67 Τάχα δὲ συγκεφαλαίωσίς ἐστι τῶν τριῶν προτάσεων εἰς μίαν τὴν «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· καθ' ὃ γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὐ μεμαθήκειμεν ὅτι «πρὸς τὸν θεόν»· καθ' ὃ δὲ «πρὸς τὸν θεὸν» ὁ λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν· καθ' ὃ δὲ «θεὸς ὁ λόγος ἦν», οὔτε τὸ «ἐν ἀρχῇ» αὐτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι «πρὸς τὸν θεὸν» ἐτύγχανεν. 2.9.68 Ἐν δὲ τῇ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεὸν» ἀπαγγελίᾳ, τοῦ «οὗτος» ἐπὶ τοῦ λόγου καὶ θεοῦ νοουμένου, καὶ τοῦ «ἐν ἀρχῇ» οὕτω συναπτομένου τοῦ τε «πρὸς τὸν θεὸν» προστιθε μένου, οὐδὲν παραλείπεται τῶν ἐν ταῖς τρισὶ προτάσεσιν, ὃ οὐ συγκεφαλαιοῦται συναγομένων εἰς ἕν. 2.9.69 Ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ «ἐν ἀρχῇ» δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο· ἓν μὲν ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὡς εἰ καθ' αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα· ἕτερον δὲ ὅτι «ἐν ἀρχῇ» «πρὸς τὸν θεὸν ἦν». Καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι «ἐν ἀρχῇ ἦν» καὶ «ἐν ἀρχῇ» «πρὸς τὸν θεὸν», οὔτε «πρὸς τὸν θεὸν» μόνον τυγχάνων, ἐπεὶ καὶ «ἐν ἀρχῇ ἦν», οὔτε «ἐν ἀρχῇ» μόνον ὢν καὶ οὐχὶ «πρὸς τὸν θεὸν» ὢν, ἐπεὶ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». 2.10.n Πάντα δι' αὐτοῦ ἐγένετο. 2.10.70 Οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ «δι' οὗ», δευτέραν δὲ ἀεί· οἷον ἐν τῇ πρὸς Ῥωμαίους· «Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφω ρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» 2.10.71 Ὁ γὰρ θεὸς τὸ εὐαγγέλιον ἑαυτοῦ προεπηγγείλατο διὰ τῶν προφητῶν, ὑπη ρετούντων τῶν προφητῶν καὶ ἐχόντων τὸν λόγον τοῦ «δι' οὗ», καὶ πάλιν ὁ θεὸς ἔδωκε «χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσι» Παύλῳ καὶ τοῖς λοιποῖς, καὶ ἔδωκε διὰ Χριστοῦ Ἰησοῦ