ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους, ὁπότε 81.8 φόβος ἦν αὐταῖς μείζων τοῦ θανάτου τὸ κἂν ὅλως ἅπτεσθαί τινας αὐτῶν. καὶ ὁ μὲν ἐπίσκοπος ἐκάθητο ἐπὶ τοῦ θρόνου προτρέπων πάντας εὔχεσθαι, ὁ δὲ δοὺξ ἐστρατήγει ἔχων μεθ' ἑαυτοῦ καὶ Ἱλάριον τὸν νοτάριον ἐνεργοῦντα τοιαῦτα, οἷα καὶ τὸ τέλος ἔδειξεν. ὁ μὲν γὰρ ἐπίσκοπος ἑλκόμενος παρ' ὀλίγον διεσπάσθη. παραλυθεὶς γοῦν μεγάλως καὶ ὡς νεκρὸς γενόμενος, οὐκ οἴδαμεν, ποῦ γέγονεν ἀφανὴς παρ' αὐτῶν· ἀποκτεῖναι γὰρ αὐτὸν 81.9 ἐσπούδαζον. οἱ δὲ ὡς εἶδον πολλοὺς ἀποθανόντας, προσέταττον τοῖς στρατιώταις ἀφανῆ τὰ σώματα καταστῆσαι τῶν τετελευτηκότων. αἱ δὲ καταλειφθεῖσαι νεκραὶ ἁγιώταται παρθένοι ἐτάφησαν ἐν τοῖς μνήμασιν ἔχουσαι καύχημα, ὅτι ἐν τοῖς καιροῖς τοῦ εὐσεβεστάτου Κωνσταντίου γεγόνασι μάρτυρες. διάκονοι δὲ ἐν αὐτῷ τῷ κυριακῷ κατεκόπ τοντο πληγαῖς καὶ συνεκλείοντο. οὐκ ἄχρι δὲ τούτων ἔστη τὸ πρᾶγμα· ἀλλὰ γὰρ μετὰ τὸ ταῦτα γενέσθαι ὁ βουλόμενος λοιπὸν ἣν ἠβούλετο θύραν κατεάσσων ἤνοιγε καὶ ἠρεύνα καὶ ἥρπαζε τὰ ἔνδον, καὶ εἰς τοιούτους τόπους εἰσήρχοντο, εἰς οὓς οὐδὲ πᾶσι τοῖς Χριστια81.10 νοῖς ἔξεστιν εἰσελθεῖν. οἶδε ταῦτα καὶ ὁ στρατηγὸς τῆς πόλεως Γοργόνιος· ἐκεῖ γὰρ ἦν. οὐ μικρὸς γὰρ ἔλεγχος τῆς τοιαύτης πολεμικῆς ἐφόδου τὸ ἐν τῷ κυριακῷ καταλιπεῖν τὰ παρὰ τῶν εἰσελθόντων ὅπλα καὶ βέλη καὶ ξίφη· μέχρι γὰρ νῦν ἐκρεμάσθη ἐν τῇ ἐκκλησίᾳ, ἵνα μηδὲ ἀρνήσασθαι δυνηθῶσι. καὶ γὰρ πολλάκις ἀπέστειλε τὸν τῆς τάξεως ∆υνάμιον καὶ 81.11 τὸν στρατηγὸν θέλων αὐτὰ ἆραι· καὶ τέως οὐ συνεχωρήσαμεν, ἕως πᾶσι γνωσθῇ. εἰ μὲν οὖν πρόσταγμά ἐστι διώκεσθαι ἡμᾶς, ἕτοιμοι πάντες μαρτυρῆσαι, εἰ δὲ μὴ ἔστι τοῦ Αὐγούστου πρόσταγμα, ἀξιοῦμεν τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς πολι81.12 τευτὰς πάντας ἀξιῶσαι αὐτὸν μηκέτι τοιαῦτα ἐπιχειρῆσαι. ἀξιοῦμεν δὲ καὶ ταύτην ἡμῶν τὴν δέησιν ἀνενεχθῆναι, ἵνα μὴ ἄλλον τινὰ ἐπίσκοπον ἐπιχειρήσωσιν εἰσαγαγεῖν ὧδε. μέχρι γὰρ θανάτου ἑστήκαμεν αὐτὸν ἐπιθυμοῦντες τὸν αἰδεσιμώτατον Ἀθανάσιον, ὃν ἐξ ἀρχῆς ὁ θεὸς ἡμῖν δέδωκε κατὰ διαδοχὴν τῶν πατέρων ἡμῶν, ὃν καὶ αὐτὸς ὁ εὐσε81.13 βέστατος Αὔγουστος Κωνστάντιος μετὰ γραμμάτων καὶ ὅρκων ἀπέστειλε. πιστεύομεν γάρ, ὅτι, ἐὰν μάθῃ ἡ εὐσέβεια αὐτοῦ, ἀγανακτήσει μὲν ἐπὶ τοῖς γενομένοις, οὐδὲν δὲ παρὰ τοὺς ὅρκους ποιήσει, ἀλλὰ καὶ πάλιν κελεύσει τὸν ἐπίσκοπον ἡμῶν Ἀθανάσιον μένειν μεθ' ἡμῶν. 81.14 Τοῖς μετὰ τὴν ὑπατείαν Ἀρβαιθίωνος καὶ Κολλιανοῦ τῶν λαμπροτάτων ἀποδειχθησομένοις ὑπάτοις Μεχιρ ιζʹ, ἥτις ἐστὶ τῇ πρὸ μιᾶς εἰδῶν Φευρουαρίων. (Ἡ μὲν προγεγραμμένη πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς ἐπιστολὴ τελευτᾷ εἰς τὰ γεγενημένα ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῇ χειροτονίᾳ Γεωργίου τοῦ Καππάδοκος ἀπὸ ὑποδεκτῶν τοῦ Ἀρειανοῦ, ἡ δὲ ἑξῆς ἐπιστολὴ περὶ τῶν ἐν τῇ Ἀριμίνῳ καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένων συνόδων διηγουμένη τὸν προειρημένον Γεώργιον ἐν τῇ Σελευκείᾳ καθῃρῆσθαί φησιν. ὥστε καλῶς πρώτη τέτακται ἡ πρὸς τοὺς μοναχοὺς ἐν τῷ ἀντιγράφῳ δευτέρα κειμένη.)
34