34
ῥηθήσεται πολ λάκις, πλὴν φιλαληθέστερος ὢν Εὐσεβίου καὶ εἰδὼς τὴν τῶν πολλῶν δόξαν οὕτω κρατοῦσαν, ὅτι ἐπὶ Ἀμώσεως Φορωνεὺς Ἀργείων ἐβασίλευσε, καὶ πρό γε τούτου Ἴναχος ὁ τούτου πατήρ, ἐφ' οὗ Μωυσῆς γεννᾶται κατὰ τὸ μαʹ ἔτος, ἠναγκάσθη, καίπερ οὐ συμφωνούσης τῆς τοιαύτης ψήφου τελείως ταῖς ἀποδείξεσιν αὐτοῦ, πλὴν διὰ τὸ ἀληθὲς καὶ μᾶλλον τῇ τῶν 70 πολλῶν ἐξηκολούθησε δόξῃ. οἵ τε γὰρ ἐκ περιτομῆς πάντες, Ἰώσηππός τε καὶ Ἰοῦστος, οἵ τε ἐξ Ἑλλήνων, Πολέμων φημὶ καὶ Ἀπίων, Ποσειδώνιοςκαὶ Ἡρόδοτος, τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ κατὰ Φορωνέα καὶ Ἄπιδα τοὺς Ἀργείων βασιλεῖς συνέγραψαν, Ἀμώσεως Αἰγυπτίων βασιλεύοντος, οὐ τούτου, ἀλλὰ τοῦ μετ' αὐτὸν τοῦ καὶ Μισφραγμουθώσεως καλουμένου· διώνυμοι γὰρ καὶ τριώνυμοι πολλαχοῦ τῶν Αἰγυπτίων οἱ βα σιλεῖς εὕρηνται. ἀμέλει γοῦν καὶ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ πλεῖστον Φαραὼ λέγονται, ὅπερ ἦν τοῖς πᾶσι κοινόν τε καὶ προσηγορικὸν ὄνομα, καθάπερ ὁ ἐπὶ Ἀβραὰμ πρῶτος ἐν τοῖς λόγοις φερόμενος Φαραώ, οἵ τε μετέπειτα ἐπὶ Ἰωσὴφ καὶ Ἰακὼβ καὶ τῆς δουλείας τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ καὶ τῆς αὐτῶν ἐπὶ Μωυσέως ἐξόδου· καὶ σχεδὸν σπανίως ἔστιν εὑρεῖν κύριον αὐτῶν ὄνομα, πλὴν Σουσακεὶμ καὶ Νεχαὼ καὶ Οὐαφρί, παρ' ὅλην τὴν θείαν γραφήν· εἰ γὰρ καὶ ἦσαν ὀνόματα κύρια, οὐκ ἂν τὰ πολλὰ περὶ αὐτοῦ διεφωνήθη. Ἰστέον δὲ καὶ τοῦτον τὸν Ἄμωσιν τὸν πρῶτον ἐπὶ τῆς ιηʹ δυναστείας Αἰγύπτου βασιλεύσαντα ὁ Ἀφρικανὸς Ἄμωσιν ὀνομάζει, ὅτι διώνυμος ἦνἌμωσις, ὁ αὐτὸς καὶ Τέθμωσις καλούμενος υἱὸς Ἀσήθ· ἡμεῖς δὲ δεύτερον αὐτὸν τῆς ιηʹ δυναστείας κατετάξαμεν ἔν τε ἄλλοις ἀντιγράφοις καὶ ἐν τοῖς πρὸς ἔλεγχον Ἀπίωνος Ἰωσήππου δυσὶ λόγοις περὶ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ λαοῦ, οὕτως αὐτὸν εὑρόντες. καὶ πρῶτον τὸν πατέρα αὐτοῦ Ἀσσήθ, οὗ μνήμην Ἀφρικανὸς καὶ Εὐσέβιος οὐ πεποίηνται, ἐπεὶ ὁ μὲν Ἀφρικανὸς τοὺς τῆς ἑξκαιδεκάτης καὶ ἑπτακαιδεκάτης δυναστείας ἀνωνύ μως ἐξέδωκεν, ὁ δὲ Εὐσέβιος οὔτε τῷ Ἀφρικανῷ οὔτε τῷ Ἰωσήππῳ οὐδ' ἄλλῳ τινὶ συμφωνῶν, τὰ μὲν τῶν ὀνομάτων ἐκ τῆς παρὰ τῷ Ἀφρι κανῷ ιεʹ δυναστείας εἰς τὴν ιζʹ μετήγαγε, τοὺς δὲ χρόνους περιέκοψε, σύγχρονον Μωυσέως δεῖξαι Κέκροπα τὸν διφυῆ ἐπειγόμενος, μαρτυρῶν καὶ αὐτὸς ἐν τῷ τοῦ κανόνος αὐτοῦ προλόγῳ τοὺς προλεχθέντας Ἰώσηπ 71 πον μὲν καὶ Ἰοῦστον ἐκ περιτομῆς, Ἀφρικανὸν δὲ καὶ Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν, τοῦ καθ' ἡμᾶς λόγου ἄνδρας ἐν παιδεύσει γνω ρίμους πάντας, κατὰ Ἴναχον καὶ Φορωνέα τὸν Ἰνάχου πρώτους Ἀργείωνβασιλεῖς γενέσθαι Μωυσέα, ὧν σύγχρονος ἦν Ὤγυγος αὐτόχθων πρῶτος βασιλεὺς Ἀκτῆς τῆς νῦν Ἀττικῆς, καὶ ὁ κατ' αὐτὸν Ὤγυγον πρῶτος καὶπαλαιὸς ἱστορούμενος Ἕλλησι κατακλυσμὸς κατὰ τὸ πʹ ἔτος Μωυσέως, νεʹ δὲ Φορωνέως, κατὰ τὸν Ἀφρικανὸν ὧδέ πως ἐπὶ λέξεως γραφέντα. φαμὲν τοίνυν ἐκ τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατα κλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν ἀπ' Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως ἔξοδον γεγενῆσθαι· τὸν δὲ τρόπον ἐπὶ τὴν πρώτην ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσε ται ακʹ. ἀπὸ δὲ αʹ ὀλυμπιάδος ἐπὶ νεʹ, ἔτος πρῶτον, τοῦτ' ἔστιν ἐπὶ Κύ ρου βασιλείας ἔτος αʹ, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη σιεʹ. ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου ἔτη ασλεʹ. εἰ δὲ ἀναφέροι τις ἀναλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς αἰχμαλωσίας τὰ ασλεʹ ἔτη, κατὰ ἀναλογίαν εὑρήσει ταὐτὸν διάστημα ἐπὶ πρῶτον ἔτος τῆς ἀπ' Αἰγύπτου διὰ Μωυσέως ἐξόδου Ἰσραὴλ ὅσον ἀπὸ τῆς νεʹ ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα. ὅθεν ἐπισημότερον ἐπικαταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν· ὀλίγα δὲ τούτων ἐν Ἀσσυρίοις λόγοις ἀρχαιότερα μυθεύεται. πρῶτος ἦρξε Νίνος ἁπάσης τῆς Ἀσίας, πλὴν Ἰνδῶν, ἔτεσι τριακοσίοις, οὐ πολὺ πρότερον Ὠγύγου.τοῦτον διεδέξατο Σεμίραμις ἡ διαβόητος, ἣ πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα προφάσει μὲν διὰ τοὺς κατακλυσμούς, τὰ δ' ἦν ἄρα τῶν ἐρω μένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ· ὥστε οὐδὲν