36
αὐτοῦ." Πάλιν ἐνταῦθα τοῦ Θεοῦ τὴν ἐπιφάνειαν διηγούμενος, ἱκανὸν τοῖς ἀκροαταῖς ἐν τίθησι δέος. Ἀλλ' ὅμως, οὔτε κατάβασιν, οὔτε ἀνά βασιν τῆς θείας ἡμεῖς ἐπιστάμεθα φύσεως· ἀπερί γραφον γὰρ τὸ Θεῖον, πανταχοῦ παρὸν, περιέχον τὰ πάντα. Τὸ διάφορον δὲ τῶν οἰκονομιῶν διὰ τού των ἐκπαιδευόμεθα. Ποτὲ μὲν γὰρ προσηνέστερον ἐπιφαίνεται τοῖς ἀνθρώποις· ποτὲ δὲ μεγαλοπρε πέστερον. Ἔστι δ' ὅτε καὶ φόβον ἐνθεῖναι βουλόμε νος, παράδοξά τινα δείκνυσι καὶ ἀήθη. Τὸ τοίνυν, 80.977 "Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη," νοήσωμεν ὅτι τὴν οἰκείαν ἐπιφάνειαν ἔδειξεν. Γνόφον δὲ "ὑπὸ τοὺς πόδας," τὸ τῆς παρουσίας ἀόρατον· "τὴν δὲ, τῶν Χερουβὶμ ἐπίβασιν," καὶ "τὴν τῶν ἀνέμων πτῆσιν," τὸ τῆς ἐπιφανείας ὀξύ· τὸ δὲ, "Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ," τὸ τῆς φύσεως ἀθεώρη τον. Τὸ δὲ, "Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ," τὸ περὶ αὐτὸν φῶς· διὸ καὶ ὁ μακάριος ἔφη Παῦ λος· "Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρό σιτον." "Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. [ιγʹ.] Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλ θον." Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νε φῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πο νηρίᾳ συζῶντας· τοῦτο γὰρ παρεδήλωσεν ἐπαγα γών· "Χάλαζαι καὶ ἄνθρακες πυρός. [ιδʹ, ιεʹ.] Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος· καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ. Ἀπέστειλε βέλη, καὶ ἐσκόρ πισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συν ετάραξεν αὐτούς." Ταῦτα καὶ ἐφ' ἡμῶν πολλάκις ἐγένετο· ἐν γὰρ τοῖς ἔναγχος γεγενημένοις πολέ μοις, καὶ τοὺς ἀρκτῴους Βαρβάρους ἐπελθόντας ἡμῖν χαλάζῃ καὶ πυρὶ κατηνάλωσεν, καὶ τοὺς ἀπὸ τῆς ἕω πρώην ἐπιστρατεύσαντας Πέρσας, καὶ ἀναι μωτὶ τὰς ἡμετέρας πόλεις παραλαβεῖν προσδοκή σαντας, ταύταις ἐπέδησε ταῖς πέδαις, καὶ πε ραιτέρω προβῆναι κεκώλυκε· καὶ τοὺς μὲν θανάτῳ παρέπεμψε, τοὺς δὲ τῶν γεγενημένων ἀγγέλους ἐξ έπεμψεν. ιʹ. "Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου." Καὶ τοῦτο ἐφ' ἡμῶν ἐν πολλοῖς γεγέ νηται κλίμασι· διέστη γὰρ ἡ γῆ κινηθεῖσα, καὶ βά θος ἄμετρον ἐν ὑψηλοῖς ὄρεσιν ἀνεφάνη, καὶ ὕδωρ ἐν ἀνύδροις ἐδόθη χωρίοις· ποιεῖ δὲ ταῦτα ὁ τῶν ὅλων πρύτανις, τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν τοῖς ἀνθρώποις ἐπιδεικνὺς, καὶ διδάσκων ὡς δύ ναται μὲν ἐν ἀκαρεῖ πᾶσι πανωλεθρίαν ἐπενεγ κεῖν· φιλανθρωπίᾳ δὲ χρώμενος, ἀναβάλλεται τὴν τιμωρίαν, καὶ προσμένει τὴν μεταμέλειαν. ιζʹ. "Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσ ελάβετό με ἀπὸ ὑδάτων πολλῶν." Καὶ διδάσκων τί καλεῖ τροπικῶς ὕδατα, ἐπήγαγεν· 80.980 ιηʹ. "Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ." Προφανῶς, φησὶ, τὴν περὶ ἐμὲ κηδεμονίαν τοῖς ἐμοῖς ἔδειξε πολεμίοις· τοῦτο γὰρ εἶπεν εἰρηκὼς, "Ἐξ απέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με·" ἀντὶ τοῦ, Πέ πεικεν ἅπαντας ὡς οὐρανόθεν μοι τὴν ἐπικουρίαν παρέσχε. Ταύτης δέ με τῆς προμηθείας ἠξίωσε, τὸ τῶν πολεμίων ἰσχυρὸν θεασάμενος. "Ἐστερώθησαν γὰρ ὑπὲρ ἐμὲ," φησίν. ιθʹ. "Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου." Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, μετὰ τὴν ἁμαρτίαν γεγενημένην. Κάκωσιν γὰρ, ἣν ὁ Σύμμαχος ταλαιπωρίαν καλεῖ τῆς ψυχῆς λέγει τὴν ἀσθένειαν, δι' ἣν ἡ ἁμαρτία γεγένηται. "Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. [κʹ.] Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν." Ὠθούμενόν με, φησὶ, καὶ καταβαλλόμενον ὑπήρεισεν ὁ Θεὸς, καὶ τὴν στενοχωρίαν εὐρυχωρίαν εἰργάσατο, ἀντὶ τοῦ προσδοκωμένου θανάτου τὴν ζωὴν χαρισάμενος· τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ὠσθεὶς ἀνε τράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου." "Ῥύσεταί με, ὅτι ἠθέλησέ με." Ἐλπίζω δὲ, ὅτι καὶ εἰς τὸν ἔπειτα χρόνον τῆς αὐτῆς ἀξιώσει με βοηθείας, καὶ κρείττων ἔσομαι τῶν δυσμενῶν, κἂν μάλιστα πλείστην ἔχωσι δύναμιν. καʹ-κγʹ. "Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου· καὶ κατὰ τὴν καθαριότητα τῶν χει ρῶν μου