ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι, Ἀπεστάλην πρὸς σέ· καὶ, Κύ ριος ἐνετείλατο· ὁ δὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως, ὅτι, Ἀπεστάλην, καὶ ἔρχεται τὸ ἔργον τελειῶσαι καὶ διακονῆσαι, λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ' ὅτι γέγραπται, γενόμενος κρείττων, τὸ, γενόμενος, οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγό μενον, ἴσον ἀκοῦσαι, γεγενῆσθαι, καὶ, ἔστιν, ἢ διὰ τὸ 26.141 γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ, γενόμενος, λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν· ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· εἰρημένων ἐπελάθοντο. Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ' αὐτοῦ ὡς ἐπ' ἐκείνων τὸ, γενόμενος, καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλ' ἔστω σαν ἢ καὶ οὗτοι υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος, καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός· ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίαν ἀποστελλόμενος καὶ αὐτὸς ὁμοίως ἐκείνων. Εἰ δὲ διίστησιν ὁ Παῦ λος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ; καὶ οὗτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παρ' αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν, ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ, γενόμενος, ἀλλ' ἐπὶ τῆς δι' αὐτοῦ γενομένης διακονίας; Ὡς γὰρ Λόγος ὢν, γέ γονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, γέγονε το σούτῳ κρείττων ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυ σάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ, γενόμενος· οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτω σαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ, γενόμενος. Πῶς δὲ γέγονε κρείτ των ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι. Ἂν δ' ἄρα φιλονει κῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες παύσωσιν ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν, ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσὶν ἀνοίας. Γέγραπται τοίνυν· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με· καὶ πάλιν· Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις Γρα φαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γε νέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ 26.144 ἅγιοι· καὶ λοιπὸν τὸ, γενόμενος, καὶ τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισεν, εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμ βανέτωσαν. Τότε γὰρ γέγονε βοηθὸς καὶ οἶκος κατα φυγῆς, ὅτε τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, καὶ ἔλεγε· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἂν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ' ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ, γενοῦ, καὶ τὸ, ἐγένετο, τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν; Ναὶ τολμήσου σιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἷα καὶ περὶ τοῦ Λό γου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον! Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμ μένον καὶ τὸ λεγόμενον ὧδε, γενοῦ, καὶ, ἐγέ νετο, ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν γενομέ νην
37