βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγό νασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενη τοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται· τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ γίνεται τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκο μένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικου μένοις λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ γεγενῆ σθαι λέγει· ἐπειδὴ καὶ βοήθεια παρ' αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογή σει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν, 26.145 ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. Ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι, Ὁ δεῖνά μοι γέγονε βοηθός· καὶ ἄλλος εἰ λέγοι, Κἀμοὶ καταφυγὴ, καὶ τούτῳ χο ρηγός· λέγοντες δὲ ταῦτα, οὐ τὴν ἀρχὴν τῆς γε νέσεως, οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαί νουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παρ' ἐκεί νων εὐεργεσίαν· οὕτως ὅταν λέγωσι περὶ τοῦ Θεοῦ οἱ ἅγιοι τὸ, ἐγένετο, καὶ τὸ, γενοῦ, οὐκ ἀρχήν τινα γε νέσεως σημαίνουσιν· ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ Θεός· ἀλλὰ τὴν εἰς ἀνθρώπους παρ' αὐτοῦ γενομέ νην σωτηρίαν. Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ τοῦ Υἱοῦ, ὅσα δ' ἂν καὶ ὁσάκις ἂν λέγηται, ἐγένετο, καὶ, γενοῦ, τὴν αὐτὴν διάνοιαν σώζειν· ὥστε καὶ τὸ λεγόμενον, γενόμενος κρείττων τῶν ἀγγέλων, καὶ, ἐγένετο, ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτων γενητὸν αὐτὸν φαντάζεσθαι· ἀλλ' ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος, νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. Ὅτε γὰρ ὁ Λό γος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἦλθέ τε ἵνα διακονήσῃ καὶ πᾶσι σωτηρίαν χαρίσηται· τότε ἡμῖν ἐγένετο σωτηρία, καὶ ἐγένετο ζωὴ, καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία κρείτ των γέγονε τῶν ἀγγέλων, καὶ ἐγένετο ὁδὸς, καὶ ἐγένετο ἀνάστασις. Καὶ ὥσπερ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴ ρηται· οὕτως καὶ νῦν τὸ, γενόμενος κρείττων τῶν ἀγγέλων, καὶ, ἐγένετο, καὶ, τοσούτῳ κρείτ των γέγονεν ἔγγυος ὁ Ἰησοῦς, οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, μὴ γένοιτο! ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐερ γεσίαν· κἂν ἀχάριστοι τυγχάνωσιν οἱ αἱρετικοὶ, καὶ φιλόνεικοι πρὸς ἀσέβειαν.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑπο κριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ' αὐ 26.148 τῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφ' οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ' ὅπως, οὐδὲ οὕτως κατα δύονται· ἀλλ' ὡς χοῖροι καὶ κύνες περὶ τὰ ἴδια ἐξεράματα καὶ τὸν ἑαυτῶν βόρβορον κυλιόμενοι, μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες
38