38
ἐλάνθανέ σε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. Ἤδεις γὰρ ἡμᾶς κατὰ τὴν χθὲς ἐπ' ἀπληστίᾳ χρημάτων μὴ πεπονθότας, καὶ νῦν ἰδοῦ κατὰ τὴν ἐνεστῶσαν ἐπεζήτησας παρ' ἡμῶν χιλιάδα λιτρῶν χρυσίου ἐξαποσταλῆναί σοι. Φείσασθαι ἡμῶν τοίνυν θέλησον, ἀγαθότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. Ἀργεῖ γὰρ παρ' ἡμῖν τέχνη μαγείρων, μάχαιρα δὲ τούτων αἵματι οὐ προσομιλεῖ. Τὰ βέλτιστα τῶν παρ' ἡμῖν βρωμάτων λαχάνων φύλλα σὺν ἄρτῳ βραχυτάτῳ καὶ ἐξεστηκότι οἴνῳ, ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γασ τριμαργίας ἐπ' ἀπληστίᾳ πολιτεύεσθαι. 41.2 Ἀπήγγειλε δὲ ἡμῖν Λαῦσος ὁ περίβλεπτός σου τριβοῦνος, ὁ κληρωθείς σοι πρὸς τὰ σπουδαζόμενα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο πρὸς τὴν ὑμετέραν γαλη νότητα ἐπ' ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρ' ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι καὶ ὄντας ἀναιρεῖσθαι, ἐκείνους δὲ μόνον ζῆν οἷς ἡ μάχη πρὸς τὰ θηρία. Καὶ τοῦτο ὀρθῶς κριθὲν παρ' ὑμῶν ξένον μοι πέφηνε. Γέλωτος γὰρ ἀνάμεστον τυγχάνει τὸ τοιοῦτον πῶς τὰ μέγιστα τῶν τραυμάτων ἀλγεινὰ μικροῖς φαρμά κοις ἰατρεύειν ἐπιχειρεῖς. Θεὸν γὰρ τολμήσας παρυβρίσαι μάτην χηρῶν καὶ ὀρφανῶν πρόνοιαν ποιεῖ. Τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ λογιστι κοῦ. Ἐπαχθὲς δὲ ἡμῖν που λέγειν πρὸς Βασιλέα ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι τοῦτο γενήσεται τὸ λέγειν πρὸς Θεόν. Τίς γὰρ Θεοῦ καὶ ἀνθρώπων μεσίτης εὑρεθείη;
42.τ ΠΡΟΣ ΧΙΛΩΝΑ ΤΟΝ ΑΥΤΟΥ ΜΑΘΗΤΗΝ
42.1 Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως
συμβουλευθείης παρ' ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. Τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. Καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλ' ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. Οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμ πάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. Φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων. «Τίς, βουλόμενος πύργον οἰκοδομῆ σαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παρα πορευόμενοι λέγοντες ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.» Ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. Καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλ' ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· «Τῶν ὄπισθεν ἐπιλανθα νόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» Τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. Τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; Οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. «Οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ». 42.2 Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. Ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντός ἐστιν ἀκοῦσαι. «Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ