γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, μήτε τὸ παρὰ τοῦ Ἀποστόλου εἰρη μένον, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, φιλονει κοῦσιν ἁπλῶς, λέγοντες ποίημα καὶ κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδ' ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ· ἀλλ' ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρη μένα ῥητὰ τῶν θείων Γραφῶν, τὰ καλῶς μὲν γε γραμμένα, ῥᾳδιουργηθέντα δὲ παρ' αὐτῶν φέρε, πά λιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδ' ὅλως εἰδέναι τὸν Χρι στιανισμόν. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς συν έκλειον εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλ' ἐρωτῶντες ἐμάνθανον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λό γος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λό γος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρη ται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο· παρὰ δὲ τοῦ Πέτρου, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησε· καὶ διὰ μὲν Σολομῶ νος, ὡς παρ' αὐτοῦ τοῦ Κυρίου, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· παρὰ δὲ τοῦ Παύλου· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· καὶ πάλιν, Ἑαυτὸν ἐκένωσε, μορφὴν 26.149 δούλου λαβών· καὶ αὖθις, Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατ' αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον, ἵνα τούτου πρῶτον μνησθῶ, νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, Πιστὸν ὄντα τῷ ποιή σαντι αὐτὸν, ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παρ' αὐτῶν τὸ λῆμμα. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορεί σθω καὶ ἐπ' αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱός· μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπ' αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις, εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατ' ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι Λόγον, μὴ Σοφίαν, μηδ' ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε διὰ Λόγου καὶ ἐν Σοφίᾳ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθ' ὑμᾶς ἐν ᾧ καὶ δι' οὗ τὰ πάντα ποιεῖ; Εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλ' ἔρημος, κατ' αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργι κὴν ἐνέργειαν ἔχειν αὐτὸν λέγοντες οὐκ αἰσχύνονται; Καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητής· πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; Ὑπερ αναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ 26.152 τὴν ἐκείνων
39