ἄττα τῆς ὑποθέσεως προεισόδια τέθεικεν, εἶθ' ὥσπερ ἐξ ἀνάγκης πρὸς τὸ βουλό μενον τὸν λόγον μετέστρεψε. καὶ ἀνθυβρίζειν μὲν οὐδ' οὕτως προῄρηται τοὺς ὑβρίσαντας, οὔθ' οἷς ἐκεῖνοι ὑβρίκασιν οὔτε καινοτέραις τῶν ὕβρεων διαμείψεσιν, ἀλλὰ θαυμάσιόν τινα τῆς κατηγορίας ἀπόλογον ποιησάμενος ἐκτίθησί τε τὸ δόγμα καὶ δείκνυσιν ὥσπερ ἐν κατόπτρῳ τῷ λόγῳ τὸ οἰκεῖον πρόσωπον μεμορφωμένον τῷ κάλλει τῆς πίστεως. Καὶ ὥσπερ εἴ τις καλὸς ὢν τὸ εἶδος εἶτα δὴ κρύπτοιτο, εἰ σκωφθείη μὴ οὕτως ἔχων, ἐπιδείξας ἑαυτὸν ἀπηλλάγη τοῦ σκώμματος, οὕτω δὴ καὶ οὗτος τὸ κεκρυμμένον ἀναπτύξας τῆς ψυχῆς εἶδος καὶ τοῖς ὑβρισταῖς δείξας ἐκείνοις τε ὅσον εἰκὸς τὸ τῆς ἀντιλογίας μέρος ἀφωσιώσατο καί, ὡς ἄγαλμα εἴη κάλλους, παρεδειγμάτισεν ἑαυτόν. τὴν δὲ τῶν Ἑλλήνων σοφίαν προθέμενος ἐπαινεῖν ἀπολοφύρεται ὡς εἰκὸς ὅτι, δέον τοὺς γνησίους τοῦ λόγου κληρονομεῖν, τὸ βάρβαρον καὶ ἀλλότριον τὸν πλοῦτον τῆς σοφίας οὐδὲν προσήκοντα διεδέξατο καὶ ἡ μὲν Ἑλλὰς σχεδὸν ἅπασα καὶ ἡ ἄποικος Ἰωνία τῶν πατρῴων ἀκριβῶς ἐξεκόπησαν, ἐς Ἀσσυρίους δὲ καὶ Μήδους καὶ Αἰγυπτίους ὁ κλῆρος μετωχετεύθη καὶ τοσοῦτον ἡ τάξις ἀντέστραπται, ὡς βαρβαρίζειν μὲν τοὺς Ἕλληνας, ἑλληνίζειν δὲ τοὺς βαρβάρους. καὶ Ἕλλην μὲν ἀνήρ, οὕτω συμβάν, ἐς Σοῦσαν ἢ Ἐκβάτανα ἀφικόμενος, τὰ πάλαι τοῦ ∆αρείου ἀνάκτορα, καὶ Βαβυλωνίοις συγγενό μενος ἀκούσεται περὶ ὧν ἑλληνίζων οὐκ ἤκουσε, καὶ θαυμάσεται τῶν ἀνδρῶν ἕκαστον καὶ τότε πρῶτον ἴσως γνώσεται ὅτι σοφία τοῦ παντὸς καθηγήσατο· ἀλαζὼν δέ τις εἰς ἡμᾶς παραγενόμενος βάρβαρος καὶ τῶν ἐν τῇ Ἑλλάδι καὶ τῇ καθ' ἡμᾶς ἁπάσῃ ἠπείρῳ εἰς ὁμιλίαν ἐληλυθὼς οὐδ' ὡς ἡμιόνοις τοῖς πολλοῖς συγχωρήσειεν, ἀλλ' ὄνοις ἄντικρυς· οἱ γὰρ πλείους, οὐδ' ἐξ ἡμισείας, οὔτε τὴν φύσιν οὔτε τὸ ὑπὲρ ταύτην ἐπίστανται, τὸ δὲ λοιπὸν μέρος οἴονται μὲν εἰδέναι τὸ πᾶν, ἴσασι δὲ οὐδὲ τὴν πρὸς τοῦτο ὁδόν. ἀλλ' οἱ μὲν φιλοσοφεῖν ἐπαγγέλλονται καὶ μαθητιῶσί γε οἱ πλεῖστοι, οἱ δὲ προκάθηνται ἐν σεμνῷ τῷ προσώπῳ καὶ μεγάλῳ τῷ πώγωνι ὠχροί τε καὶ σκυθρωποὶ καὶ κατεσπακότες τὴν ὀφρὺν καὶ πιναροὶ τὴν περιβολήν, ἀνορύττοντες τὸν Ἀριστοτέλην νέρθεν καὶ ἀπὸ τῶν τοῦ ᾅδου μυχῶν καὶ γνωματεύειν δοκοῦντες ὁπόσα ἐκεῖνος τῇ ἀχλύι τῆς ἀσαφείας κατέκρυψε. καὶ δέον τὸ βραχὺ τῆς συγχύσεως πολλῷ ἀνακαλύπτειν τῷ λόγῳ, οἱ δὲ τὸ πλῆθος τῆς ἐπικρύψεως βραχέσι μακρολο γοῦσι τοῖς ῥήμασι. παιδιὰν οὖν ἡμᾶς ὁ βάρβαρος ἥγηται καὶ τρυφᾷ ταῖς ἐνδείαις ἡμῶν καὶ ἄπεισιν οὐ πλέον ἢ σοφὸς γεγονώς, ἀλλ' ἔλαττον ἢ ἀμαθής. Ὅτι μὲν οὖν ἡ τοῦ Λατίνου ἐπιχείρησις ἔντεχνος ἐν ὀλίγοις ὁ λόγος ἔδειξεν. εἰ δὲ μὴ ἀπαστράπτει τῷ τεχνικῷ κάλλει μηδὲ τὴν λέξιν ἐρ ρύθμισται μηδὲ ἡ συνθήκη τὴν ὥραν ἔχει τῆς χάριτος, θαυμάζειν οὐ χρή· πολλαὶ γὰρ αἱ τῶν λόγων ἰδέαι καὶ τὰς ἐξ ἁπασῶν ἀρετὰς βραχεῖς οἱ τοῖς οἰκείοις λόγοις συνειληφότες. ἀλλ' ὁ μέν τις τὸ σαφὲς καὶ καθαρὸν ἐπετήδευσεν, οὐ μέντοι καὶ τῷ μεγέθει τὸν λόγον ἐπέρρωσεν, ὁ δὲ τῷ μὲν ἀξιώματι μεμεγέθυνται, ὀλλύει δὲ τὴν εὐκρίνειαν μὴ συνδιαιρομένην πρὸς τὸ ἀξίωμα· καὶ τῷ μὲν ὁ λόγος φυσικὴν ἀποστίλβει αὐγήν, ὁ δὲ τὸ ἐπιποίητον κάλλος ἠγάπησε. Λυσίας μὲν γὰρ αὐτόθι καλός, ὁ δὲ Ἰσο κράτης ἐντρίβεται· καὶ Θουκυδίδῃ μὲν ὁ λόγος ἐς ὑπερβάλλοντα ὄγκον, τῷ δὲ Ἡροδότῳ τοῦτο μὲν ἔλαττον, ἡ δὲ χάρις ἀκόρεστος. συγκεχωρήσθω οὖν καὶ τῷ Ἰταλῷ μὴ πάντῃ καλῷ, ἀλλ' ἡ μὲν τέχνη ἔρρωται τούτῳ, τὸ δὲ κάλλος ἐρρύηκε. ∆ιὰ ταῦτα ἀμελεῖ μὲν ἀκροατῇ πρὸς ἀχθηδόνα ὁ λόγος εὐθύς (ἐκ γὰρ προοιμίων συνεσκεύασται καὶ συμπέφρασται), πεφροντισμένῳ δὲ οὔτε πλημμελὴς οὔτε φορτικός· καὶ χάριτας μὲν οὐκ ἐγχεῖ τῇ ψυχῇ, φροντίζειν δὲ καταναγκάζει καὶ πρὸς τοῖς εἰρημένοις ἔχειν τὸν νοῦν. πείθει δὲ οὐκ ἐκ στωμυλίας καὶ ἡδονῆς (οὐ γὰρ ἔχει χαρίτων θήρατρα) οὐδὲ θέλγει τῷ κάλλει οὐδ' ἐφέλκεται τῷ ἡδεῖ, τυραννεῖ δὲ ὥσπερ καὶ βιάζεται τοῖς νοήμασι. καὶ ἶσος μὲν ἑνί τῳ οὐκ ἔστιν,