ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτ' ἄν; Πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλ' ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν οἱ ἀσεβεῖς· δι' αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη, ὅτι, ποιητὴς ὢν ὁ Θεὸς, ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλ' ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βού λεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γι νομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια, καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖ ται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν, ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δη μιουργεῖν τοῦ γεννᾷν τὸν Θεόν. Τὸ μὲν γὰρ Υἱὸς ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος. Οὐκοῦν τοῦ Λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα· ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν Κύριον. Εἰ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμο λόγηται δὲ ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλ' ἐκ τοῦ γεννῶν τος εἶναι· μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπ' αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ, τῷ γεννήσαντι, τῷ ποιήσαντι ὀνομάζουσιν οἱ ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιού των, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέ ξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ' αἱ οὐ σίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. ∆ιὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισε, κυρίως ἐπ' αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυ ρίως ἐπ' αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλ' ἀντὶ τοῦ, ἐγέννησε, τῷ, ἐποίησεν, ἀδιαφόρως τις κέχρηται ῥήματι. Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς δούλους ἑαυτῶν ὀνομάζουσι· καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολ λάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι, τέκνα κα λοῦσι· καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆ 26.153 σιν· τὸ μὲν γὰρ ἐπ' ἐξουσίας, ὡς πατέρες λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν τὸν Ἀβραὰμ κύριον ἐκάλει, καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν Ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ἀδελφὸν Ὠνήσιμον τὸν δοῦ λον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει δοῦλον, λέγουσα τῷ πατρί· Τὸν δοῦλόν σου Σολομῶνα· εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελ θὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ ∆αβὶδ, ὅτι Σολομῶνα τὸν δοῦλόν σου· καὶ οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν δοῦλον. Ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνω σκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως, οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ ∆αβίδ. Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμε θα καλῶς· καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνή σιον υἱόν· οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀλη θῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος λέ γωσιν οἱ ἅγιοι· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· Κύριος ἔ κτισέ με· καὶ, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παι δίσκης σου· καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνεί σθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλ', ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ ∆αβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούον τες Σολομῶνα δοῦλον, ὁμολογοῦσιν υἱὸν, πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν; ἀλλ' ὅταν μὲν ἀκούωσι γέννημα, καὶ Λόγον, καὶ Σοφίαν, βιά ζονται παρερμηνεύειν καὶ
40