40
Σύμφωνα τούτοις καὶ ὁ μακάριος ∆αβὶδ ἐν τῷδε 80.992 τῷ ψαλμῷ τοὺς ἀνθρώπους παιδεύει, καὶ κατὰ τὴν αὐτὴν τάξιν. Πρῶτον μὲν τὸν ἐν τῇ κτίσει κηρύττοντα τὸν δημιουργόν· εἶτα τὸν διὰ Μωσέως δοθέντα, τοῦ δημιουργοῦ πλείονα γνῶσιν τοῖς προσέχειν ἐθέλουσιν ἐντιθέντα· μετὰ τοῦτον, τὸν τῆς χάριτος, τέλεον τὰς ψυχὰς ἀποκαθαίροντα, καὶ τῆς παρούσης ἐλευθεροῦντα φθορᾶς· οὗ δὴ χάριν καὶ εἰς τὸ τέλος ἡμᾶς ὁ ψαλμὸς παραπέμπει, τὴν καινὴν ἐν τῷ τέλει διαθήκην προαγορεύων. βʹ. "Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα." Ἀρ κεῖ, φησὶ, καὶ μόνον φαινόμενον τῶν οὐρανῶν τὸ κάλλος καὶ μέγεθος, τοῦ ∆ημιουργοῦ τὴν δύναμιν κηρύξαι· εἰ γὰρ ὁ μεγίστην καὶ καλλίστην οἰκοδο μίαν θεώμενος, τὸν οἰκοδόμον θαυμάζει· καὶ ὁ σκάφος ὁρῶν εὖ καὶ καλῶς κατεσκευασμένον, τὸν ναυπηγὸν ἐννοεῖ· καὶ τῇ θεωρίᾳ τῆς εἰκόνος ἡ τοῦ ζωγράφου συνεισέρχεται μνήμη· πολλῷ δήπου θεν ἡ κτίσις ὁρωμένη πρὸς τὸν δημιουργὸν ποδηγεῖ τοὺς ὁρῶντας. Οὐρανοῦ δὲ καὶ στερεώματος ἐμνημό νευσεν ἀκολούθως τῇ τοῦ μεγάλου Μωσέως διδα σκαλίᾳ. Καὶ γὰρ ἐκεῖνος πρῶτον εἶπε γεγενῆσθαι τὸν οὐρανὸν, εἶτα διηγεῖται καὶ τὴν τοῦ στερεώματος δημιουργίαν· ὃν πάλιν οὐρανὸν οὐρανῶν προσ ηγόρευσε, φησί. Τὸ δὲ πληθυντικὸν ὄνομα τῶν οὐρανῶν ξενιζέτω μηδένα. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς ὀνομάζειν. Καὶ ἑνικῶς μὲν ὁ μακάριος ὀνομάζει ∆αβίδ· "Οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ." Καὶ πάλιν· "Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις." Πληθυντικῶς δὲ πάλιν ὁ αὐτὸς, "Αἰνεῖτε αὐτὸν, φησὶν, οἱ οὐρανοὶ τῶν οὐρανῶν." Τὴν αὐτὴν δὲ ἔχει σημασίαν τὸ, "Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ." Ὁ μὲν γὰρ ὁρώμενος οὐρανὸς, οἷόν τις ὄρο φος κατεσκευάσθη τῇ γῇ· ὁ δὲ ἀνώτερος τοῦτό ἐστι τούτῳ, ὅπερ οὗτος τῇ γῇ. ∆ιὰ δὴ τοῦτο οὐρανὸς οὐρανοῦ καλεῖται, καὶ οὐρανοὶ οὐρανῶν ὀνομάζον ται. Ἔστι δὲ ἰδεῖν καὶ πόλεις παρ' ἡμῖν διπλῆν τὴν ὀνομασίαν ἐχούσας. Καὶ γὰρ καὶ Ταρσὸν λέγομεν καὶ Ταρσοὺς, τὴν μίαν πόλιν· καὶ Θήβην καὶ Θήβας, τὴν αὐτὴν πόλιν. Οὕτω Μυκήνην τε καὶ Μυκήνας ἐκάλουν οἱ παλαιοὶ, μίαν πόλιν εἰδότες τὴν πληθυντικῶς ὀνομαζομένην. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τοὺς πολλοὺς οὐρανοὺς ἀριθμεῖν πειρωμένους. γʹ. "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." Καὶ γὰρ ἡ τεταγμένη νυκτὸς καὶ ἡμέρας διαδοχὴ, τοὺς ὑπὸ τοῦ ∆ημιουρ 80.993 γοῦ τεθέντας ὑποδείκνυσιν ὅρους, οὓς παραβαί νειν ἡ ἄψυχος οὐκ ἀνέχεται κτίσις. Πρὸς γὰρ τὴν χρείαν τῶν ἀνθρώπων ἡμέρα καὶ νὺξ αὐξανόμεναί τε καὶ μειούμεναι, καὶ παρ' ἀλλήλων τὸν χρόνον δανειζόμεναι, καὶ πάλιν ἀλλήλαις τὸ χρέος ἐκτιν νύουσαι, τὴν ἐφεστῶσαν αὐταῖς ὑποδεικνύουσι προ μήθειαν. Τὸ δὲ, "Ἐρεύγεται ῥῆμα, καὶ ἀναγ γέλλει γνῶσιν, καὶ διηγοῦνται δόξαν," οὐκ ἔμψυχα εἶναι διδάσκει τὰ ὁρώμενα· ἀλλὰ προσωποποιία τίς ἐστι, παιδεύουσα πάντας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸν ἀόρατον ποδηγεῖσθαι Θεὸν, κἀκείνῳ προσφέ ρειν τὴν ὑμνῳδίαν. δʹ, εʹ. "Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλ θεν ὁ φθόγγος αὐτῶν· καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτῶν." Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· οὐ ῥήσεσιν, οὐδὲ λό γοις, ὧν οὐκ ἀκούονται αἱ φωναὶ, ἀλλ' εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ ἦχος αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν, ὁ κανὼν αὐτῶν. Οὔτε γὰρ λόγους, οὔτε ῥήματα προφέρουσαι, ἀλλὰ τὸν κανόνα, καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν τὴν γῆν καὶ θάλατταν εἰς τὴν θείαν καλοῦσιν ὑμνῳ δίαν. ʹ, ζʹ. "Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὑτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ." Καὶ ταῦτα σαφέστερον οἱ τρεῖς ἡρμήνευσαν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα, φησὶν, ἐν αὐτοῖς· τουτ έστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ὁ μέγας ἐδίδαξε Μωσῆς· "Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ