ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν νεκρῶν, μηδὲ ζωῆς ὑπαρχούσης κατὰ τὸν βίον τοῦτον, φησὶ Τί καὶ ἡμεῖ κινδυνεύομεν πᾶαν ὥραν; καθ' ἡμέραν ἀποθνήκω, νὴ τὴν ὑμετέραν καύχηιν, ἣν ἔχω ἐν Χριτῷ Ἰηοῦ τῷ κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς. δηλοῖ δὲ καὶ ἡ αἵρεσις τῶν Σαδ- δουκαίων ἀθετούντων τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι ἀκολουθεῖ αὐτοῖς τὸ μηδὲ ζῆν ὑμᾶς μετὰ τὴν παροῦσαν ζωήν. διόπερ ὁ Σωτὴρ πρὸς αὐτοὺς ἀπὸ τοῦ νόμου μόνον παράδειγμα λαμβάνει περὶ τοῦ εἶναι ἀνάστασιν τὴν ἐκ νεκρῶν ῥητὸν λέγων Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε ὅτι ὁ θεὸ εἶπεν ἐπὶ τῆς βάτου λέγων Ἐγὼ ὁ θεὸ Ἀβραὰμ καὶ ὁ θεὸ Ἰακώβ;θεὸ οὐκ ἔτι νεκρῶν ἀλλὰ ζώντων. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. Ἡ ἀπαρχὴ πολλῶν ἐστιν ἀπαρχή. ὡς δὲ ἐπὶ παραδείγματος τῶν ἐν τῷ νόμῳ εἴδομεν· ἀπαρχὴ ἀναφέρεται σίτου ὑπὸ τῶν σῖτον θερισάντων· καὶ φέρε εἰπεῖν οἴνου ὑπὸ τῶν οἶνον τρυγησάντων· καὶ ἐλαίου ἀπὸ τῶν ἐλαίαν ἐκθλασάντων· οὕτως εἴπερ ὁ κύριος ἡμῖν Ἰησοῦς Χριστὸς ἀπαρχή ἐστι τῶν κεκοιμημένων, ἀναγκαῖόν ἐστι πολλοὺς εἶναι ὧν ἐστιν οὗτος ἀπαρχή· καὶ ζητοῦμεν πότερον πάντων ἀπαρχή ἐστιν ἢ πολλῶν; Χριστὸς γάρ φησιν ἀπαρχὴ τῶν κεκοιμημένων. εἰ μὲν οὖν μὴ εἴχομεν λέξιν ἀπὸ τῆς ἀρχῆς, κἂν ἐλέγομεν, δύσφημόν τι νομίσαντες εἶναι κατὰ τὸν τόπον τὸ λέγειν αὐτὸν ἀπαρχὴν πάντων εἶναι, ὅτι ἀπαρχή ἐστι τῶν κεκοιμημένων δικαίων μόνων οὐχὶ δὲ τῶν λοιπῶν. νυνὶ δὲ καὶ αὐτὸς ὁ ἀπόστολος λέγει Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· πῶς ἐπί τινας αὐτὸς λέγει ὅ τι ἐπὶ πάντας; ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ, οὐκ εἴρηκεν Οἱ δίκαιοι ζωοποιηθήσονται <ἀλλὰ πάντες ζωοποιηθήσονται>. Εἶτα ἵνα μὴ ταραχθῇς καὶ εἴπῃς Ἆρα οὖν μάτην ἐμοὶ ὁ κάματος ὁ τοσοῦτος ἀνήντληται, εἴγε Χριστὸς ἀναστὰς ἐκ νεκρῶν πάντων ἐστὶν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, λέγει Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. πάντες μὲν οὖν ἐν τῷ Ἀδὰμ ἀπέθανον, καὶ πάντες ἐν τῷ Χριστῷ ζωοποιηθήσονται· ἀλλ' εἰ καὶ ἐν τῷ Ἀδὰμ πάντες ἀπέθανον, οὐδὲν ἧττον Ἀβραὰμ δίκαιος ἦν, Ἰσαὰκπατριάρχης ἦν, Ἰακὼβ τοὺς δώδεκα πατριάρχας γεννήσας Ἰσραὴλ ἦν· οὕτω δὲ ἐλεύσει καὶ ἐπὶ τοὺς λοιποὺς δικαίους. κατατολμῶ εἰπεῖν ὅτι ὁ μὲν ἀπόστολος εἶπεν ἀπαρχὴν εἶναι τῶν κεκοιμημένων Χριστὸν Ἰησοῦν, ἐγὼ δὲ παρ' ἐκεῖνον ποιήσαιμ' ἂν Οὗτος μὲν ἀπαρχὴ ἐπὶ ζωὴν τῶν μελλόντων ζῆν, Ἀδὰμ δὲ ἀπαρχὴ τοῦ θανάτου τῶν ἀνθρώπων γεγένηται· ἐν γὰρ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, ἐκείνου τὴν ἀπαρχὴν τοῦ θανάτου εἰληφότος· ἀλλ' ὁ μὲν Σωτὴρ θέλων τὴν ἀπαρχὴν τῆς ζωῆς ἀναλαβεῖν, ἀνέλαβεν πρῶτον τὸν θάνατον τῶν ἀποθανόντων, ἵνα καταργήσας τὸν θάνατον γένηται οὗτος ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ζώντων. 85 xv 31 [Ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, καθ' ἡμέραν.] [Ὠριγένους] Ζητητέον εἰ οὐ παρέβη τὸ εὐαγγελικὸν πρόσταγμα τὸ λέγον Μὴ ὀμόῃ ὅλω. 86 xv 32 [εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος;] [Ὠριγένους] Ἔστι καὶ θηρία νοητά. 87 xv 35-38 [Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.] [Ὠριγένους] Ἆρ' οὖν τὸ τοῦ ἀνθρώπου σπέρμα παρὰ πάντα ἐκεῖνα τὰ σώματα τῷ δημιουργῷ ἄχρηστόν ἐστιν, ὡς ἐλπίζειν μὲν ἀνάστασιν εἶναι νεκρῶν, εἰ δεῖ οὕτως εἰπεῖν, ἐλαϊκῶς καὶ ἀμπελικῶς καὶ σιτικῶς, καὶ ἀπὸ τῆς κιγχραμίδος τῆς συκῆς ἀνίσταται τηλικαύτη συκῆ, καὶ οὐ γελᾷς τοῦτο ὃ ἐπὶ τῇ πείρᾳ βλέπεις; καὶ εἴτις σοι λέγει ὅτι ἀπὸ τούτου τοῦ βραχέος ἐγείρεται συκῆ καρποφοροῦσα, τῇ πείρᾳ μαθὼν οὐ καταγελᾷς· ἐπεὶ δὲ οὐδέπω ἦλθεν