44
ἀπίστους ἀποσοβῆσαι. Τί γὰρ ἔλεγον οἱ κηρύσσοντες; Ὅτι τὸν ἐσταυρωμένον δεῖ προσκυνεῖν, καὶ τοῦτον Θεὸν νομίζειν, τὸν ἐκ γυναικὸς γεννηθέντα Ἰουδαίας. Καὶ τίς ἂν τούτοις ἐπείσθη, μὴ θείας δυνάμεως προηγουμένης; Ὅτι μὲν γὰρ ἐσταυρώθη καὶ ἐτάφη, πάντες εἶδον· ὅτι δὲ ἀνέστη καὶ ἀνῆλθε, πλὴν τῶν ἀποστόλων οὐδεὶς ἐθεάσατο. Ἀλλ' ἐπαγγελίαις αὐτοὺς ἐπῆραν, φησὶ, καὶ ψόφῳ ῥημάτων ἠπάτησαν. Τοῦτο μὲν οὖν αὐτὸ μάλιστα δείκνυσι, καὶ χωρὶς τῶν εἰρημένων ἁπάντων, ὅτι οὐκ ἔστιν ἀπάτη τὰ ἡμέτερα. Τὰ μὲν γὰρ δυσχερῆ πάντα ἐντεῦθεν συνέβαινε· τὰ δὲ χρηστὰ μετὰ τὴν ἀνάστασιν ἐπαγγείλασθαι ἔδει. Αὐτὸ μὲν οὖν τοῦτο (πάλιν γὰρ ἐρῶ) δείκνυσι θεῖον ὂν τὸ ἡμέτερον κήρυγμα. ∆ιὰ τί γὰρ μηδεὶς τῶν πιστευόντων εἶπεν, ὅτι Οὐ πρόσειμι οὐδὲ ἀνέχομαι· τὰ δυσχερῆ μοι ἐνταῦθα ἀπειλεῖς, καὶ τὰ χρηστὰ μετὰ τὴν ἀνάστασιν ἐπαγγέλλῃ; πόθεν γὰρ δῆλον, ὅτι ἀνάστασις ἔσται; τίς τῶν ἀπελθόντων ἦλθε; τίς τῶν κειμένων ἀνέστη; τίς τούτων εἶπε τί ἔσται μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Ἀλλ' οὐδὲν τούτων οὐκ ἐνενόησαν, ἀλλὰ καὶ τὰς ψυχὰς ἀπέδωκαν ὑπὲρ τοῦ σταυρωθέντος. Ὥστε αὐτὸ τοῦτο μάλιστα μεγάλης δυνάμεως ἦν, τὸ μηδέποτε μηδὲν τοιοῦτον ἀκούσαντας ἀθρόον πεῖσαι περὶ μεγάλων οὕτω πραγμάτων, καὶ παρασκευάσαι τὰ μὲν δυσχερῆ καταδέξασθαι ἐπὶ τῆς πείρας, τὰ δὲ χρηστὰ ἐν ἐλπίσιν ἔχειν. Εἰ δὲ ἠπάτων, τοὐναντίον ἂν ἐποίησαν μᾶλλον· τὰ μὲν χρηστὰ ἐντεῦθεν ἐπηγγείλαντο, τὰ δὲ φοβερὰ ἐσίγησαν ἂν, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα. Οὕτω γὰρ οἱ ἀπατῶντες καὶ οἱ κολακεύοντες ποιοῦσιν· οὐδὲν τραχὺ οὐδὲ ἐπαχθὲς οὐδὲ φορτικὸν προτείνουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· τοῦτο γάρ ἐστιν ἀπάτη. Ἀλλ' ἡ ἄνοια, φησὶ, τῶν πολλῶν πεισθῆναι ἐποίησε τοῖς λεγομένοις. Τί φής; ὅτε ὑπὸ Ἕλλησιν ἦσαν, οὐκ ἦσαν ἀνόητοι, ἀλλ' ὅτε πρὸς ἡμᾶς μετέστησαν, τότε ἀνόητοι γεγόνασι; καίτοι γε οὐκ ἄλλους ἀνθρώπους, οὐδὲ ἐξ ἄλλης οἰκουμένης λαβόντες ἔπεισαν οἱ ἀπόστολοι. Καίτοι τὰ μὲν Ἑλλήνων ἁπλῶς κατεῖχον, τὰ δὲ ἡμέτερα μετὰ κινδύνων κατεδέξαντο· ὥστε εἰ μετὰ λόγου κρείττονος αὐτὰ κατεῖχον, τοσοῦτον αὐτοῖς ἐντραφέντες χρόνον, οὐκ ἂν αὐτῶν ἀπέστησαν, καὶ μάλιστα ὅτε οὐδὲ ἀκινδύνως ἀποστῆναι ἐνῆν. Ἐπεὶ δὲ ἔγνωσαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως, ὅτι γέλως ἐκεῖνα καὶ πλάνη, διὰ τοῦτο καὶ θανάτων ἀπειλουμένων, τῶν μὲν συνήθων ἀπεπήδησαν, εἰς δὲ τὰ καινὰ ηὐτομόλησαν, ἅτε τούτου μὲν τοῦ δόγματος κατὰ φύσιν ὄντος, 61.66 ἐκείνου δὲ παρὰ φύσιν. Ἀλλ' οἰκέται, φησὶν, ἦσαν οἱ πεισθέντες, καὶ γυναῖκες καὶ τίτθαι καὶ μαῖαι καὶ εὐνοῦχοι. Μάλιστα μὲν οὐκ ἀπὸ τούτων ἡμῖν ἡ Ἐκκλησία συνέστηκε μόνον, καὶ τοῦτο δῆλον ἅπασιν· εἰ δὲ ἀπὸ τούτων, τοῦτο μάλιστά ἐστι τὸ ποιοῦν τὸ κήρυγμα θαυμαστὸν, ὅτι τοιαῦτα δόγματα, οἷα Πλάτων καὶ οἱ κατ' ἐκεῖνον οὐκ ἴσχυσαν ἐννοῆσαι ὅλως, ἐξαίφνης ἴσχυσαν οἱ ἁλιεῖς, τὸ πάντων ἀμαθέστατον γένος, πείθειν καταδέξασθαι. Οὐδὲ γὰρ εἰ φρονίμους ἔπεισαν μόνον, οὕτω θαυμαστὸν ἦν τὸ γεγονός· ἐπειδὴ δὲ οἰκέτας καὶ τίτθας καὶ εὐνούχους εἰς τοσοῦτον ἤγαγον φιλοσοφίας, ὡς ἀγγέλοις ἐφαμίλλους ποιῆσαι, μεγίστην τῆς θείας ἐμπνοίας παρεῖχον ἀπόδειξιν. Καὶ γὰρ εἰ μὲν εὐτελῆ τινα ἐπέταττον, εἶχε λόγον ἴσως τὸ τὴν τούτων πειθὼ εἰς ἀπόδειξιν τῆς εὐτελείας τῶν λεγομένων προβάλλεσθαι· εἰ δὲ μεγάλα καὶ ὑψηλὰ καὶ ἀνθρωπίνην σχεδὸν ὑπερβαίνοντα φύσιν, καὶ ὑψηλῆς δεόμενα διανοίας ἐφιλοσόφουν, ὅσῳ ἂν δείξῃς ἀνοήτους τοὺς πεισθέντας, τοσούτῳ μᾶλλον ἀποδεικνύεις σοφοὺς καὶ θείας χάριτος πεπληρωμένους τοὺς πείσαντας. Ἀλλὰ τῇ ὑπερβολῇ τῶν ἐπαγγελιῶν, φησὶν, ἔπεισαν. Αὐτὸ δὲ τοῦτο οὐ θαυμάζεις, εἰπέ μοι, πῶς ἔπεισαν μετὰ θάνατον προσδοκᾷν ἔπαθλα καὶ ἀμοιβάς; Ἐγὼ γὰρ αὐτὸ τοῦτο ἐκπλήττομαι. Ἀλλὰ καὶ τοῦτο ὑπὸ ἀνοίας, φησί. Ποίας ἀνοίας, εἰπέ μοι, ταῦτα, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ δικαστήριον ἀδέκαστον μετὰ τὸν ἐνταῦθα ἡμᾶς λήψεται βίον, καὶ εὐθύνας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν δώσομεν τῷ τὰ ἀπόῤῥητα εἰδότι Θεῷ, καὶ τοὺς μὲν κακοὺς ὀψόμεθα κολαζομένους, τοὺς δὲ ἀγαθοὺς στεφανουμένους; Ταῦτα γὰρ