ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύσασθαι. ὡσαύτως καὶ γραφὴν ἐκελεύσθη γράψαι Κωνσταντῖνος παρακοιμώμενος, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ ἐν ὑποταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου· ἅπερ δεξάμενος παρὰ Ἀνδρέου πριμικηρίου τοῦ βασιλικοῦ πρωτοβεστιαρίου, ἐν Καππαδοκίᾳ ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχασεν, ὡς ἐντεῦθεν πεπληρῶσθαι τὸ κατὰ ποίησιν λόγιον, δὴ τότε τὸν μὲν ἀηδὸν ἄγων ἐς νῆσον ἔρημον κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, τὸν δ' ἀετὸν ἐθέλοντα ἀνήγαγεν ὅνδε δόμονδε. 14. Τῷ Ἀπριλλίῳ μηνὶ δίδοται ἀρραβὼν γαμικοῦ συναλλάγματος παρὰ Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῆς Γαλιλαίας στεφανοῦνται παρὰ Νικολάου πατριάρχου. βασιλεοπάτορα γὰρ Ῥωμανὸν προβαλόμενος, ἀντ' αὐτοῦ δὲ ἑταιρειάρχην Χριστοφόρον τὸν υἱὸν αὐτοῦ κατέστησεν. 728 μετ' οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τινων ἀρχόντων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον καὶ Κωνσταντῖνον ἀσηκρῆτις τοῦ Μαλελίας, πληροφορῶν πάντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσόβουλλον ποιήσας ἐνυπόγραφον ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχον, ὅσοι τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεοπάτορι δὲ προσφεύγοντες, ὑπὲρ τοῦ βασιλέως εἰσί, δοὺς Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ἣν δὴ καὶ Βασιὰν προσηγόρευον, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς ἀνηλεῶς ἐτύφθη τήν τε ῥῖνα καὶ τὰ ὦτα ὑπετμήθη, ἀλλὰ μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνὴ Ἄννα. πρῶτος οὖν ὁ υἱὸς τοῦ ΒαρυΜιχαὴλ Κωνσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς αὐτῷ καταλύσεως· σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχων ὄντων ἀμφοτέρων. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου τὴν Χρυσόπολιν καταλαβών, ἥτις ἀπὸ τοῦ Ἀλέξανδρον περιτυχόντα τῇ πόλει τοῦ Βύζαντος κατά τινά τε ταύτης χῶρον τὸν αὐτοῦ λαὸν στρατη 729 γῆσαι, ἐφ' ὅτῳ τεθεικότα περίβολον προσονομάσαι Στρατήγιον, καὶ ἐκεῖθεν μεταναστεύσαντα καὶ τοῖς ἀντίπεραν προσελθόντα χρυσίον ἱκανὸν ἐπιδοῦναι τῷ οἰκείῳ λαῷ, Χρυσόπολις προσηγόρευται. οἱ δὲ ἀπὸ τοῦ χρυσὸν ἐκ μετάλλων αὐτῆς γίνεσθαι ταύτην φασὶν ὠνομάσθαι, ὥσπερ καὶ ἡ Χαλκηδὼν ἀπὸ τοῦ ἔχειν χαλκόν, ἢ ἀπὸ Χαλκίδος θυγατρὸς Νικομήδους τῆς ταύτην κτισάσης. ἐν τοιαύτῃ γοῦν τῇ Χρυσοπόλει καὶ ἡ τοῦ Ἀθηναίων στρατηγοῦ Χάρητος παράκοιτις ἐτελεύτησε, ∆άμαλις ὀνομαζομένη, αὐτοῦ τοῦ Χάρητος Ἀθήνηθεν πεμφθέντος ἐπαμῦναι τοῖς Βυζαντίοις· ἧς ὑπὲρ τοῦ μνημείου δάμαλις βοῦς καθ' ὁμωνυμίαν ἐν κίονι ἀνεστήλωται, συμβεβλημένον καὶ ἐπίγραμμα ἔχον ὧδε, Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης, ἐντάφιον τόδ' ἐγὼ Κεκρόπος εἰμὶ νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ' ὅτε ἔπλεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. βοΐδιον δὲ καλεῦμ' ἂν ἐγὼ τότε, νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. 15. Καταλαβὼν οὖν τὴν Χρυσόπολιν, ὡς εἴρηται, διέστησε παρατάξεις ἀπὸ τῆς ∆αμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμα 730 νοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος, "ἐγὼ φύλακα τῆς ἐμῆς βασιλείας γρηγορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετά γε θεὸν κατεπίστευσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς