τρυγίου. τοίνυν ἁλίσκεται φυγὼν ἅμα τῇ βασιλίδι καὶ τοῖς φυεῖσιν ἀπ' αὐτοῦ πορφυροφύτοις κλάδοις. ὁ δὲ θεομισέστατος ἀνθρωποφόντης δράκων πάντας ὁμοῦ συναγαγὼν ἐπ' ὄψει Μαυρικίου καρατομεῖ θηριωδῶς τὰ πρῶτα μὲν τοὺς παῖδας τοὺς ἐν ἀκμῇ, τοὺς νεογνούς, εἶτα τὴν βασιλίδα, καὶ μετ' αὐτοὺς Μαυρίκιον (τῆς ἀνοχῆς σου, λόγε!) χρόνοις ἐφ' ὅλοις εἴκοσι κρατήσαντα Ῥωμαίων. Εἰς τοῦτο μὲν ἀπέβησαν αἱ φλήναφοι τερθρεῖαι καὶ τὰ χρησμοδοτήματα τῶν περισσολογούντων· ὡς δ' ἐπελάβετο Φωκᾶς τοῦ κράτους καὶ τῶν σκήπτρων, εὐθὺς ἐκ πρώτης, ὥς φασι, βαλβῖδος παρεγύμνου τὸν θῆρα τὸν πικρόθυμον τὸν ἔνδον κεκρυμμένον· ἦν γὰρ τοὺς τρόπους φονικός, ὑγρόβιος, λυσσώδης, ἀκρατοπότης, πάροινος, ἀκρόχολος, οἰνόφλυξ. ἐντεῦθεν αἵματα ῥοφεῖν ὥσπερ βαρύφρων λέων καὶ σάρκας βρωματίζεσθαι ῥυηφενῶν ἀνθρώπων πόσιν ἐνόμιζε τερπνήν, νέκταρος γλυκυτέραν. οὗτος Ναρσῆν τὸν στρατηγόν, τὸ τῶν Ῥωμαίων θαῦμα, πυρὸς τροφὴν πεποίηκε, καὶ τὸ τῆς παροιμίας, νεᾶνιν καλλιπρόσωπον ἐστέρησεν ὀμμάτων, τηλίκον ἄνδρα στρατηγὸν Ῥωμαίους ζημιώσας, καὶ μέρος καίριον τεμὼν ἐκ τῆς ὁλομελείας τὸ κάλλιστον ὁ κάκιστος ἠνθράκωσε καμίνῳ, τὸν καὶ ζωῆς ἐπάξιον, εἰ δυνατόν, ἀλήθου ὁ τρισμυρίων ἄξιος πότμων πικροθανάτων. ἀλλὰ γὰρ ἤλγησεν ἡ γῆ λιμναζομένη φόνοις, καὶ λυθροστάλακτος αὐτῷ καθ' ὥραν γινομένη βοὰς ἐξέρρηξεν οἰκτρὰς ἐκ στόματος ἀλάλου, καὶ τῆς τιγροπαρδάλεως κατεῖπε τῆς λυσσώδους. ἤνοιξε βλέφαρα θεός, ἔβλεψε τὴν κακίαν, καὶ κατοικτείρας τὰς σφαγὰς τῶν κρεανομουμένων τὴν δίκην ἐψηφίσατο τὴν τῆς ταυτοπαθείας. τῶν γὰρ ἐν τέλει καὶ λαμπρῶν τινὲς καὶ τῆς συγκλήτου, ὡς ἄρνας βλέποντες πικρῶς ἀνθρώπους θυομένους, δημευομένους ἀπηνῶς, οἰκτρῶς σπαρασσομένους, καὶ πῦρ ὑφέρπον πανταχοῦ καὶ φλόγας ἐριβρόμους ἀποτεφρούσας τὰ λαμπρὰ τῶν οἰκοδομημάτων, καὶ θῆρα τὸν ὠμόθυμον πίνοντα μὲν τοὺς φόνους, ὅμως μὴ κορεννύμενον ἀλλὰ διψῶντα πλέον, ἀγωνιῶσιν ὑπὲρ σφῶν, κινδύνους ὑφορῶνται, τῷ στρατηγῷ τῆς Ἀφρικῆς γράφουσιν Ἡρακλείῳ στόλον κροτῆσαι δύσμαχον σκαφῶν θαλασσοπλόων, καὶ προβαλέσθαι στρατηγὸν ναύαρχον καὶ στολάρχην τὸν παῖδα τὸν Ἡράκλειον κατὰ τοῦ παρανόμου. ἤκουσε ταῦθ' Ἡράκλειος, εἰς μάχην ἠρεθίσθη, καὶ στόλος ὑγροκέλευθος τὴν θάλασσαν ἐπλήρου, καὶ πλοῦς ἐγίνετο ταχὺς ἐπὶ τὴν Βυζαντίδα. μανθάνει ταῦτα καὶ Φωκᾶς, στρατὸν ἀντεφοπλίζει, καὶ στόλον ἀνεμόπτερον ἀντίπλουν ἑτοιμάζει. ἀλλ' ἐπολέμει καὶ θεὸς καὶ πόντος τῷ τυράννῳ, καὶ συμβαλὼν ὁ κάκιστος ἡττᾶται κατὰ κράτος, αἰσχύνεται, διώκεται, ζωγρεῖται τελευταῖον. ὃν καὶ λαβὼν Ἡράκλειος ἐνδίκως κατασφάττει, ὀνειδισμοῦ τοῖς βέλεσι πρότερον κατατρώσας. οὕτω ψυχὴν τὴν φονικὴν ἐξέρρηξε βιαίως ἡ βούβρωστις ἡ κοσμική, φάρυγξ ἡ παντοφάγος, ὁ τοῦ θανάτου πρόσπολος, ὁ φίλος Ἐρινύων, ἐφ' ὅλοις ἔτεσιν ὀκτὼ βιαίως τυραννήσας, καὶ γέγονε βρωματισμὸς ὀρνέων σαρκοβόρων. εὐθὺς δὲ προσεγέλασε τὸ κράτος Ἡρακλείῳ. Τούτῳ πατρὶς Καππαδοκῶν ἡ τρισευδαίμων χώρα, καὶ γένος τῶν ἐπιφανῶν καὶ τῶν κομώντων πλούτῳ. ἦν δὲ στρατηγικώτατος, ἄλκιμος, θυμολέων, ὁπλίτης καρτερώτατος, ὀξύχειρ, βριαρόχειρ. υἱὸν δὲ σχὼν οὐκ ἀγενῆ τοὔνομα Κωνσταντῖνον, ἐπείπερ ἡ βασίλισσα κατέλυσε τὸν βίον, Μαρτίναν προσηρμόσατο πρὸς λέχους κοινωνίαν· ἦν δὲ Μαρτίνα βασιλεῖ μητρόθεν ἀδελφόπαις, ἐξ ἧς υἱὸς Ἡρακλωνᾶς γέγονεν Ἡρακλείῳ. ὃς ὕστερον ἀπατηθεὶς ἀνθρώποις κακοτρόποις τοῖς δόγμασιν ὑπέκυψε καὶ ταῖς φρενοβλαβείαις τῶν ἐν Χριστῷ τὴν θέλησιν μίαν φλυαρησάντων. Τότε Χοσρόης ὁ Περσῶν ὑπέραυχος δυνάστης, τὴν πᾶσαν ληϊσάμενος Ἀσίαν καὶ σκυλεύσας, ἕως αὐτῆς τῆς εὐκλεοῦς ἤλασε Βυζαντίδος, ὑπέροφρυ τὸ στράτευμα καὶ σοβαρόφρον ἄγων, κατάφρακτον τοῖς θώραξι, βρέμον ἐν τοξουλκίαις, δορατοφόρους αἰχμητάς, δυσμάχους λογχοφόρους, καὶ γένος πᾶν ἀρεϊκὸν ἐκ Μήδων, ἐκ Χαλδαίων, ἐξ Ἀσσυρίων, ἐκ Περσῶν, Βακτρίους, Παρθυαίους,
45