καὶ ζηλοῦτε· τὸν δὲ πρὸς τοὺς λόγους λόγον οὕτως ἀποδίδοτε ὥσπερ τι τῶν ἀναγκαίων ὀφλημάτων ἃ δή τινες ἀπαιτοῦνται καὶ μὴ βουλόμενοι. κἂν μὲν εἰς ἄλλο τι βαδίζειν ὑμᾶς δέοι, βαβαὶ τῆς ὀξύτητος τῶν ποδῶν καὶ τοῦ προωθεῖν καὶ ἀντωθεῖσθαι καὶ πολὺ τὸ «βραδὺς ὑπὸ γῆν ὁ ἥλιος» καὶ τὸ «λυκόφως οὐκ ἂν ἡμᾶς φθάσῃ κατακειμέ νους». αἰδεῖσθε δὲ τηνικαῦτα καὶ τὸν ἥλιον ἀνατείλαντα ὥσπερ οἱ Σκύθαι ὅτι μὴ ἔφθασαν προτεθυκότες. ἢν δὲ εἰς μουσεῖα βαδίζειν αἱρῆσθε, ὥσπερ πολύποδος προβεβρωκότες κεφαλήν, οὕτω δὴ βεβάρησθε καὶ τυγχάνετε τεθολωμένοι τὸν λογισμόν· ἐπίκεινται δὲ καὶ αἱ βλεφαρίδες τοῖς ὄμμασιν ὥσπερ τινὲς μηχαναὶ μολύβδιναι, ἃς οὐκ ἄν τις ἑκὼν εἶναι ἀνασπάσαιτο, εἰ μὴ σὺν βίᾳ πολλῇ. εἶτα ὁ μὲν ἥλιος ἑκκαίδεκα ὅλοις σταδίοις ὑπερβέβηκε τὸν ὁρίζοντα, ὑμεῖς δέ, ὡς ἤδη πρὸς ὕπνον κατακλι θέντες, τὴν κεφαλὴν οὕτω προσηλοῦσθε τοῖς στρώμασιν, ἐγὼ δὲ ὡς πρὸς πάλην διεγηγερμένους καὶ περιμένοντας ὀξεῖ βαδίζω ποδί. Εἶτα οἴεσθέ με ἐντεῦθεν χρηστόν τι πρὸς ὑμᾶς εἰπεῖν ἢ ἡμέρως ἀνέξε σθαι; τοῦτο δέ ἐστιν ἄλλο τι ἢ ναυτιᾶν, ὁπόταν ἀμελούντων ὑμῶν ἐπι μέλωμαι καὶ ῥᾳθυμούντων ἀντέχωμαι; διὰ τοῦτο μεθηρμοσάμην τὴν γλῶτταν καὶ τὴν ἁρμονίαν ἀφεὶς εἱλόμην τὸ σύντονον, εἴ πως κἂν οὕτως πρὸς τὸν ὀρθὸν λόγον τὰς ψυχὰς ὑμῶν μεταγάγοιτε· οὗτος γὰρ καὶ μόνος ὁ τρόπος τῆς παιδείας μοι περιλέλειπται, ἐπεὶ τοὺς ἄλλους ἀπέδωκα. εἰ γοῦν καὶ πρὸς τοῦτον φανήσεσθε ἀναλλοίωτοι καὶ πάλιν ἐρραψῳδηκὼς ἔσομαι, πυθόχρηστος ὑμῖν γενήσομαι, μᾶλλον δὲ τρίπους ∆ελφικὸς αὐτοπύθιος, ὡς μάτην ὑμᾶς καὶ ἠροτρίασα καὶ τὸν σπόρον κατεβαλόμην· οὔτε γὰρ τὸν στάχυν ἀποδώσετε καὶ πολλὴν τὴν λύπην ἐκφύσετε. 23 Πρὸς τοὺς μαθητὰς ἀπολειφθέντας τῆς ἑρμηνείας τοῦ Περὶ ἑρμηνείας Πρὸς τοὺς ἀπολειφθέντας ὁ λόγος ὑμᾶς, ὧν οὐκ οἶδ' ὅπως ποτὲ τῷ λόγῳ καθάψομαι· οὓς γὰρ ταῖς λογικαῖς ὠδῖσι φθάσας ἐγεννησάμην, πῶς ἂν τούτους τῷ λόγῳ διατιμάσαιμι; ἀλλ' ἐπεὶ μήθ' οἱ τῇ φύσει τεκόντες τῶν παίδων ὑβριζόντων ἀνέχονται, μήθ' ὁ πρώτως πλάσας ἡμᾶς τῆς ὀρθῆς ἐκτρεπομένους ὁδοῦ ἐᾷ κατὰ βαράθρων φέρεσθαι, ἀλλὰ τῷ τῆς παιδεύσεως ἀνακρούων χαλινῷ πρὸς τὴν ὀρθὴν οἷμον ἀπευθύνει τὸν ἀφηνιάζοντα, οὐδὲ ἐγὼ ἄλλως πως ποιήσω τοιαῦτα ἔχων τὰ παραδείγ ματα. Τίς οὖν ὁ σκοπὸς τῆς βραδυτῆτος ὑμῖν (ἵνα μὴ λυπῶ λέγων πάλιν τῆς ἀπολείψεως); εἰ μὲν γὰρ τὸ γυμνάσιον οἷον μὴ βελτιοῦν λογισμόν, ἢ αὐτὸς μὴ θέλγων ψυχὴν τῷ πολυειδεῖ τῆς ἀπαγγελίας, εἶχεν ἂν ὑμῖν λόγον ἡ βραδυτής· ἐπεὶ δὲ καὶ τὰ μαθήματα τοιαῦτα, ὡς τὸ μὲν ψυχὴν ἐπαῖρον εἰς οὐρανόν, τὸ δὲ γλῶτταν θῆγον πρὸς ῥητορείαν, καὶ αὐτὸς πρὸς ἄμφω δεξιὰν ἔχω τὴν μεταχείρισιν, ὡς ὑμεῖς μοι τοῦτο πολλάκις μεμαρτυ ρήκατε, πολὺν ἂν ὑμῖν τις τὸν κάρον προσεπιτρίψειεν ἕτερος. ἐξὸν δὲ τοῦ νέκταρος ὁσημέραι πληρουμένους ὑμᾶς νήφειν καὶ διεγηγέρθαι, οἱ δὲ ἐκ τῶν τῆς θολερᾶς πηγῆς ναμάτων κατεμεθύσθητε οὕτω σφοδρῶς, ὡς καὶ τὸν καιρὸν τῆς εἰς τὸ διδασκαλεῖον συνελεύσεως ἀγνοεῖν. ἢ ἐμὲ τοσοῦτον ἀνοηταίνειν οἴεσθε, ὡς τὴν ὑμετέραν ἀμέλειαν ἐπιμελέστερον διδασκαλίᾳ ἀμείψασθαι καὶ οὐχὶ πλαγίοις συμπορεύεσθαι πλάγιον, μᾶλλον μὲν οὖν καὶ τὴν εἰς τὸ πλάγιον ἀπολιπεῖν κίνησιν ἀκινήτων ὑμῶν μενόντων πρὸς τὸ καλόν; τίνος δὲ αὐτὸς ἕνεκα πρωϊαίτατα πρὸς τὸ γυμνάσιον ἀπαντῶ, πόρρωθεν πρὸς τὸν λογικὸν τοῦτον ἀγῶνα παρεσκευασμένος; ἵνα τι παρ' ὑμῶν ἀπέλθω ἐμπορευσάμενος; ποῖον τοῦτο; εἰ μὲν χρυσὸν εἴποι τις, ἀλλ' ὑμεῖς μοι τούτῳ τῷ μέρει καὶ μάρτυρες καὶ καυχήσεως στέφανος. ἀλλ' ὃ ψυχὴ διδόναι εἴωθεν; ἀλλ' οὐ τῆς ὑμῶν αὐτὸς ἐπιδεής εἰμι γεννή σεως λογικῆς· ἀρκεῖ γάρ μοι εἰς γνωστικὴν