εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε. Τὸ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ἐποίησε, τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ἀπέδειξεν· ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἁπλῶς ἄνθρωπος, ἀλλὰ Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοι οῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· ∆ιὰ τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐ τὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὕτως τοίνυν Κύριον καὶ Βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν, ὡς ὁ νῦν Κύριος καὶ Βασιλεὺς ἀναδεικνύμενος, οὐκ 26.173 ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε Βασιλεὺς καὶ Κύριος, ἀλλ' ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας. Εἰ μὲν οὖν νομίζουσιν, ὅτι, καὶ πρὶν γένη ται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγοντα ῥήματα· εἰ δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προ τέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σό δομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ τοῦ ∆αβὶδ ψάλλοντος· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου· καὶ, Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι λείας σου· καὶ, Ἡ βασιλεία σου βασιλεία πάν των τῶν αἰώνων· δῆλόν ἐστιν, ὡς, καὶ πρὸ τοῦ γενέσθαι ἄνθρωπος, Βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄν τος τοῦ Λόγου Κυρίου καὶ Βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέ τρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην, ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρω σάμενος, πάντων γέγονε Κύριος καὶ Βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ἐποίησε, φιλονεικῶσι, μὴ θέ λοντες ἴσον εἰρῆσθαι τὸ, ἐποίησε, τῷ, ἀπέδειξεν, ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν χριστομάχον αὐτῶν προ αίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διά νοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφ' ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε δὲ γέγονεν ἄνθρωπος, τότε καὶ ἡμᾶς ἐκτή σατο· δῆλον ἂν εἴη καὶ κατὰ τοῦτο, ὡς τὸ παρὰ τοῦ Πέτρου λεγόμενον οὐδ' οὕτω ποίημα σημαίνει τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὴν μετὰ ταῦτα τῶν πάντων ὑποταγὴν, καὶ τὴν εἰς πάντας γενομένην τοῦ Σωτῆ ρος κυριότητα· καὶ ἔστιν ὅμοιον τοῦτο τοῖς ἔμπροσθεν. Ὥσπερ γὰρ ἐκεῖ παρετιθέμεθα τὰ ῥητὰ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ τὸ, Ἐγέ νετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ἐδείκνυεν ὁ 26.176 λόγος, ὅτι μὴ ταῦτα γενητὸν δείκνυσι τὸν Θεὸν, ἀλλὰ τὴν εἰς ἕκαστον γινομένην εὐεργεσίαν παρ' αὐ τοῦ· οὕτω καὶ τὸ τοῦ Πέτρου ῥητὸν τὴν αὐτὴν ἔχει διάνοιαν. Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύ ριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυ νοι ἐξ ἀρχῆς μὲν τῇ δουλείᾳ τῆς φθορᾶς καὶ τῇ κα τάρᾳ τοῦ νόμου, ἔπειτα δὲ καὶ κατ' ὀλίγον ἑαυ τοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ἐδουλεύομεν, ὡς εἶ πεν ὁ μακάριος Ἀπόστολος, τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλ' ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος ἐστέναξεν, οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ κατὰ τοὺς ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματος ἐν τυγχανόντων καὶ λεγόντων· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς
46