ἀποκύησιν ἡ τοῦ Πλάτωνος καὶ Ἀριστοτέλους ὠδίς, ὑφ' ὧν ἐγὼ καὶ γεννῶμαι καὶ διαπλάττομαι. ὁρᾶτε ὡς πάντοθεν ὑμῖν ὁ λόγος τὸ ἄλογον συνήγαγε καὶ οὐκ ἔχει λόγον ἡ βραδυτής; Ἀλλ' ἴσως ὑμᾶς ἡ τοῦ εὐαγγελίου πλανήσει παραβολή, ὅτι καὶ οἱ πρὸ τῆς τελευταίας ὥρας συνεληλυθότες τὸν αὐτὸν μισθὸν ἀπειλήφασι τοῖς περὶ τὴν πρώτην πονήσασιν; ἀλλ' ἐκεῖ, ὦ βέλτιστοι (ἵν' ὑμῖν καὶ τὸ τῆς παραβολῆς παραγυμνώσω ἀπόρρητον), οἱ διάφοροι τῶν πιστευσάντων καιροὶ μιᾷ ἡμέρᾳ ἀφωμοιώθησαν κατὰ τὴν συνήθειαν τῆς γραφῆς, καὶ τὸν αὐτὸν πόνον εἰσήνεγκε καὶ ὁ ἑνδεκαταῖος ὃν καὶ ὁ πρωϊαίτατα συνεληλυθώς· ἐνταῦθα δὲ ὁ πεμπταῖος καὶ ὁ δωδεκαταῖος τὸ πολλο στημόριον τῆς ἡμέρας ἀπείληφε, καὶ ὃν ἐχρῆν πόνον συνεισενεγκεῖν ἐν παντὶ τῷ ἡμερησίῳ δρομήματι διὰ τῆς κατὰ τὸ δωδεκατημόριον ἀπαντή σεως ἐσμίκρυνε καὶ ἠλάττωσεν. ἀλλ' οὐδὲ τοιοῦτος ὁ μισθαποδότης ἐγώ, ὥστε τοσοῦτον ἔχειν τοῦ λόγου πλοῦτον, ὡς τὸν αὐτὸν ἐπίσης ἐξαρκεῖν ἅπασιν. ἀδικήσω δὲ καὶ ὅσοι τῷ συντόνῳ τῆς προθυμίας τὸ ἀμελὲς ὑμῶν προλαμβάνοντες ἀπαντῶσιν εἰς τὸ γυμνάσιον. Ἔδει μὲν οὖν νῦν ἐπενεγκεῖν τὴν τομὴν καὶ διελεῖν ἀπὸ τῶν ἐρίφων τὰ πρόβατα, ὥστε τοὺς μὲν εἰσαγαγεῖν ὅποι δὴ φίλον αὐτοῖς, τοὺς δὲ ἀποπέμ ψασθαι· ἐπεὶ δὲ θεῖος ὁ καθ' ἡμᾶς λόγος, δεῖ καὶ πᾶσι τοῖς θείοις ἀφομοιοῦσθαι. ποῖον οὖν ἐκεῖ τὸ παράδειγμα; οὐκ εὐθὺς ἐντείνει τὸ τόξον καὶ πέμπει τὸ βέλος θεός, οὐδὲ γυμνοῖ τὸ ξίφος καὶ παίει, οὐδὲ τοὺς ἄνθρακας ἀνάπτει καὶ καίει· ἀλλὰ κἀκεῖ μὲν τὴν βολὴν ἠπειγμένην παρακρατεῖ, κἀνταῦθα δὲ ἐπανατείνεται μέν, οὐκ ἐπιφέρει δὲ τὴν πληγήν, καὶ τοὺς ἄνθρακας ἀνάπτει μέν, πορρώτατα δὲ τῶν καιομένων τίθησιν, ὥς φησιν ἡ γραφή, ταῖς προθερμάνσεσι πρότερον δεδιττόμενος. ἐπειδὰν δὲ ὑβρίσωσι καὶ πρὸς τὰς ἀπειλὰς οἱ σωφρονιζόμενοι, τηνικαῦτα τὸ βέλος ἀφίεται καὶ ἡ ἀξίνη τὸ δένδρον ῥιζοτομεῖ καὶ Βαβυλωνία κάμινος οἱ τέως ἀναπτόμενοι ἄνθρακες γίνονται. Ἔστω οὖν ὑμῖν οὗτος ὁ λόγος ὡς τόξον ἑτοιμασθέν, ὡς ξίφος ἀναταθέν, ὡς πῦρ ἀναφθέν· ἐπαφήσομεν δὲ καὶ κατενέγκωμεν, πρὸς δὲ καὶ κατα φλέξομεν, ὅτε καὶ πρὸς τὴν βολὴν καὶ πρὸς τὴν ἀνάτασιν καὶ πρὸς τὴν ἔξαψιν ἀνθυβρίσετε. 24 Ὀνειδίζει τοὺς μαθητὰς ἀμελοῦντας Σιγᾶτε καὶ τὴν τήμερον οὐ προβάλλετε. εἰ μὲν οὖν ὡς ἀποδεικτικοὶ καὶ ἐφ' ἑαυτῶν ταῖς ἀποδείξεσι χρώμενοι, τοῦτο καὶ βούλομαι πρὸς ὃ δὴ ἐληλυθέναι ὑμᾶς ἐσπούδακα· εἰ δὲ ὡς διαλεκτικοί, δέδοικα μὴ καὶ τὴν ἐπωνυμίαν τῆς ἐπιστήμης οὐδέπω ἑαυτοῖς ἔθεσθε, ἧς ἴδιον διδόναι τε λόγον καὶ λαμβάνειν καὶ πρὸς τὴν τοῦ ἐρωτῶντος δόξαν τὸν συλλογισμὸν ποιεῖσθαι. εἰ δέ, ἐξ ὧν πολλάκις εἴρηκα καὶ πολυμερῶς ἡρμήνευκα πρὸς ὑμᾶς, ἀρχὰς ὥσπερ εἰληφότες κοινὰς ὧν προτίθεσθε ἐρωτᾶν, ταύταις χρῆσθε καὶ περὶ ὧν μηδέποτε ἠρωτήκατε, τοῦτο καὶ τῆς ὑμετέρας πέφυκε πίονος αὔλακος, ἔρχεται δὲ καὶ πρός με εὔκλεια ὅτι τῆς ἀπ' ἐμοῦ καταβολῆς ἀπολελαυκότες εἰς τάχος οὐκ ἐπέτειον τὸν στάχυν ἀναβλαστά νετε, ἀλλὰ κατὰ τὴν Ἰταλῶν χώραν, ἢ τὰ λεγόμενα Καμπανῶν πεδία τρίκαρπα ἢ πολύκαρπα, τὴν ὑμετέραν πεποιηκότες ψυχήν. Πλάτων μὲν οὖν καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἳ δὴ φιλοσοφίας προὐκάθηντο, ὀργίλοι τοῖς ὀλιγωροῦσι τῶν μαθημάτων ἐφαίνοντο, μηδὲ τὴν πηγὴν τῶν λόγων οὕτως ἀφθόνως προχέοντες, ἀλλ' ἀρχάς τινας καὶ σπέρματα τοῖς μαθηταῖς προτιθέμενοι, εἶτα δὴ καὶ ἀπῄτουν ὧν κατεβάλοντο τὸ πολλαπλάσιον· καὶ πλεῖστοι δή τινες τῶν ἀκροατῶν ἀπὸ βραχυτάτων τῶν ὑποθέσεων καὶ τοὺς διδασκάλους ὑπερεβάλοντο. ὑμεῖς δέ (ἀλλὰ μή, ὦ σῶτερ, μηδ' ὦ ἐλευθέριε) οὐδὲ τὸ πολλοστημόριόν