Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δύναμιν τὴν τῶν δεόντων πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· ἐπεὶ καὶ σώματος κάλλος, ἡ τῶν μελῶν συμμετρία. Καὶ ὁ αἰσθόμενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαρι στικὴν ταύτην ἀφίησι φωνήν. Προνοητέον τοίνυν ἡμῖν τοῦ κάλλους, ἵνα καὶ ὁ νυμφίος λόγος ἀποδεξά μενος ἡμᾶς εἴπῃ· "Ὅλη καλὴ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί." Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; (A f. 165) Οἱ γὰρ ἅπαξ τεθνεῶτες, ἀποπαύσονται 69.857 τάχα που καὶ τοῦ δοξολογεῖν, προσεπιθεῖεν δ' ἂν οἶς εἰργάσαντο παντελῶς οὐδὲν, μένουσι δὲ μᾶλλον ἐν οἷς κατελήφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκ δέχονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, καὶ τοῦ δρᾷν ἔτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὖ πάθοιεν, εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. ∆έομαι οὖν ἀν αχθῆναι ἐκτοῦ λάκκου, ἐπειδὴ "οὐκ ἐξομολογήσεταί σοι χοῦς·" ζώντων γὰρ ἴδιον τὸ ὑμνεῖν σε· οἱ δὲ εἰς χοῦν διαλυόμενοι, πῶς ἂν δυνηθεῖεν τοῦτο; Λέγοι δ' ἂν καὶ ∆αβὶδ πρὸς Θεὸν περὶ ἑαυτοῦ· Μαθεῖν βούλομαι τίς ὠφέλεια ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ αἵματός μου; ἢ τί πλέον ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν;
ΨΑΛΜΟΣ Λʹ.
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. (A f. 166 b)
Πειραζομένου μὲν ἡ φωνὴ, πλὴν οὔπω κατεπτηχότος, ἤγουν κατενηνεγμένου πρὸς ἀναν δρίαν, ὑφορωμένου δὲ μᾶλλον μὴ ἄρα πως ἥττων γένοιτο τοῦ διώκοντος. "Ἐπὶ σοὶ, φησὶν, ἤλπισα·" σοῦ γὰρ μὴ βοηθοῦντος, ἀνόνητος εἰς τὸ σῶσαι πε ριβολή. Μακάριος οὖν ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπίς· οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπι κότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ Θεοῦ βοηθείᾳ, ὥστε λέγειν μετὰ τοῦ ∆αβίδ· "Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα." Ἠσχύν θην, φησὶν, ἡμαρτηκὼς, ἱκετεύω δὲ μὴ μέχρι πολ λοῦ τὴν αἰσχύνην ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γενομένην πεποίθησιν. Μὴ τοίνυν εἰς τὴν ἐμὴν ἀπο βλέψῃς ἁμαρτίαν, ἀλλ' εἰς τὴν τῶν διωκόντων με παρανομίαν. Εἰ γὰρ καὶ βασιλεὺς ἦν ὁ ∆αβὶδ, καὶ πλούτῳ περιεῤῥεῖτο, καὶ νίκαις ἐκόμα ταῖς κατ' ἐχθρῶν, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν αὐτῷ συμβαλεῖσθε ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν. Καὶ ὁ ἐλπίσας δὲ τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις, οἶδε μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦμαι (C f. 60 b) Τουτέστιν ἐν τῷ Χριστῷ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, καὶ ἐξελοῦμαι ἀπὸ τῆς ἐν γεέννῃ κολάσεως. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη· οὐκ ἔστιν γὰρ ὄνομα ἕτερον τὸ δεδομένον ἐν ἀνθρώ ποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔφη γάρ· "Ἐγώ εἰμι ἡ ὁδὸς, ἡ θύρα· καὶ χωρὶς ἐμοῦ οὐ δύνασθέ τι ποιεῖν ἀγαθόν." Καὶ ἕνεκεν τοῦ ὀνόματός σου, ὁδηγήσεις με καὶ διαθρέψεις με. (A f. 167) Ἕπεται καὶ ταῦτα τῇ πρὸ αὐτῶν θεω ρίᾳ. Κραταίωμα γὰρ καὶ καταφυγὴν ὀνομάσας ἑαυ 69.860 τοῦ τὸν τῶν ὅλων Θεὸν, διατρανοῖ προστιθεὶς ὅτι ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τουτέστι τῆς δόξης, ὁδ ηγεῖ καὶ διατρέφει τοὺς ἐκ διανοίας εἰλικρινοῦς καὶ ἀγάπης βεβαίας ὑπ' αὐτῶν γεγονότας, καὶ τὰ αὐτῷ δοκοῦντα φρονεῖν καὶ δρᾷν ᾑρημένους. Εὖ δὲ δὴ σφόδρα τὸ, "Ὁδηγήσεις με, φησὶ, καὶ διαθρέψεις με·" κατορθοῦται γὰρ οὐχ ἑτέρως ἀρετὴ, πλὴν ὅτι διὰ δύο πραγμάτων, γνώσεως, φημὶ, καὶ εὐσθενείας πνευ ματικῆς. Μετριάζει δὲ μὴ δι'