νέμονται.» Οἱ δὲ παλαιοὶ Οὐενετίαν τὴν χώραν πεντασυλλάβως ἐκάλουν κατὰ γλῶσσαν οἰκείαν, ὡς καὶ τὸν ̓Οκτάβιον ̓Οκταούϊον, καὶ τὸν Φλαβιανὸν Φλαουϊανόν, καὶ οσα τοιαῦτα. Φασὶ δὲ αὐτοὺς ἐξ ̓Ενετῶν τινων ἀνδρῶν ̓Ασιανῶνκατάγεσθαι, οι πονήσαντες, ὡς ἐρρέθη, εν τινι πολέμῳ ἐς τὴν Εὐρώπην εφυγον. Αλλοι δὲ ἐκ τῶν κατὰ Παφλαγονίαν ̓Ενετῶν αὐτοὺς τὴν τοῦ γένους ῥίζαν ελκειν φασὶ, φύλου ἀξιολόγου πλανηθέντος μετὰ τὴν τῆς Τροίας αλωσιν, οτε τὸν ἡγεμόνα Πυλαιμένην ἀποβαλόντες ηλθον εἰς Θρᾴκην, καὶ πλανώμενοι ἀφίκοντο εἰς τὴν νῦν ̓Ενετικὴν περὶ τὸν τοῦ ̓Αδρίου μυχόν. Τῆς τοιαύτης δὲ τῶν ̓Ενετῶν ῥίζης τῆς Παφλαγονικῆς μέμνηται καὶ ὁ Ποιητὴς λέγων· « ̓Εξ ̓Ενετῶν, οθεν ἡμιόνων γένος ἀγροτεράων.» Καὶ γέγραπται εἰς τοῦτο ἐκεῖ τὰ καίρια. Πολλοὶ δέ τινες τοὺς ̓Ενετοὺς τούτους τοὺς περὶ ̓Ακυληΐαν ἀποίκους φασὶν ὁμωνύμων παρωκεανιτῶν, οὐ μόνον ̓Ενετῶν καλουμένων, ἀλλὰ καὶ Βελγῶν· εθνος δὲ Κελτικὸν οἱ Βέλγαι. Καί φησιν ὁ Γεωγράφος τοὺς τοιούτους Οὐενετοὺς, δηλαδὴ τοὺς παρωκεανίτας, οἰκιστὰς ειναι τῶν κατὰ τὸν ̓Αδρίαν Οὐενετῶν, καὶ ἐκείνους ναυμαχῆσαι πρὸς Καίσαρα, κωλύοντας αὐτὸν τοῦ εἰς τὴν Βρεττανίαν πλοῦ. Αλ λοι δὲ εἰπόντες καὶ αὐτοὶ ̓Ενετοὺς Παφλαγονικοὺς ἐκ τοῦ Τρωϊκοῦ πολέμου σωθῆναι αὐτόθι μετὰ τοῦ ̓Αντήνορος τοῦ Τρωϊκοῦ, φασὶν οτι μαρτύριον τούτου ἡ περὶ τὴν ἱπποτροφίαν σπουδὴ, ην ειχον καὶ οἱ Παφλαγονικοὶ ̓Ενετοὶ καθ' Ομηρον· ονομα γὰρ ἡ ̓Ενετικὴπωλεία ειχεν ἐν Ελλησιν. ̓Εθύετο δὲ παρ' αὐτῶν λευκὸς ιππος τῷ ∆ιομήδει. ̔Ομοιοπαθεῖ δὲ, φασὶ, τῷ ὠκεανῷ ἡ κατ' αὐτοὺς θάλασσα, ἀμπώτεις ὁμοίως ἐκείνῳ ποιοῦσα καὶ πλημμυρίδας, ὑφ' ων τὸ πεδίον λιμνοθαλάσσης μεστὸν γινόμενον, κατὰ τὴν παλαιὰν ἱστορίαν, διώρυξι καὶ παραχώμασιν ὡς τὰ τῆς Αἰγύπτου διοχετεύεται. Κἀκεῖνο δὲ ἰστέον, οτι τινὲς πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς ̓Απουλίαν ἐκάλουν καὶ τὸ εθνος ̓Απούλους· καὶ οτι Καλαβρία οὐ διὰ τῆς αυ διφθόγγου ἀλλὰ διὰ τοῦ β γράφουσιν οἱ ἀκριβεῖς. Σημείωσαι δὲ καὶ οτι, ωσπερ Θρηΐκιος ανεμος λέγεται ὁ διὰ τῆς Θρᾴκης πνέων, καὶ Λοκρὸς ὁ διὰ τῆς Λοκρίδος, ουτω καὶ ̓Ιάπυξ ὁ διὰ τῆς γῆς τῶν ̓Ιαπύγων. 382 Οτι τὸ Τεγεστραῖον ̓Ιλλυρικὸν αστυ, τουτέστι τὸ Τέγεστρον, παρὰ τοῖς μυχάτοις πέρασι τῆς ̓Αδριάδος αλμης ἐστί. Τοῦτο καὶ Τέργεστρον λέγεται ἀπὸ Τεργέστρου τινὸς, ὡς ἐν τῇ καταγραφῇ δηλοῦται τῶν ἐθνικῶν. 384 Οτι περὶ τὰ ἑῷα τῆς ̓Αδριάδος νῆσοι Λιβυρναὶ η Λιβυρνίδες, αιτινες, ὡς προϊὼν ἐρεῖ, μετὰ τὰς ̓Αψύρτου νήσους ἐρρίζωνται, ενθα ἐς αὐγὰς στρεπτὴ παρασύρεται αλμη, τουτέστιν οπου πρὸς εω κυρτοῦται ὁ κόλπος. Τοῦτο δὲ ἐδήλου καὶ οτε ειπεν ὡς ἡ ̓Αδριὰς εἰς ευρον ανεμον τεκμαίρεται τὸν ὁλκόν. ̓Εκεῖ δὲ, φησὶ, καὶ ἡ τῶν ̔Υλλήων, ηγουν ̔Υλλέων, ἐρυμνὴ γῆ οση παράκειται τῷ ἰσθμῷ. Χερρόνησον γάρ φασιν οἰκεῖν τοὺς ̔Υλλεῖς, περὶ ων καὶ ταῦτα ἱστορεῖται· ̔Υλλεῖς εθνος ̓Ιλλυρικὸν, ἀπὸ Υλλου τοῦ ̔Ηρακλέος, ως φησιν ̓Απολώνιος. Εστι δὲ καὶ πόλις Υλλη. ̓Απολλόδωροςδὲ Υλλους τούτους γράφει λέγων, «μετὰ τοὺς Υλλους Λιβυρνοὶ καί τινες Ιστροι λεγόμενοι Θρᾷκες. Τούτων δὲ πρόκειται χερρόνησος ̔Υλλὶς, ἡλίκη μάλιστα Πελοπόννησος, πεντεκαίδεκα πόλεις οἰκουμένας εχουσα παμμεγέθεις.» Καὶ ταῦτα μὲν ουτως. Τὸ δὲ ̔Υλλήων τὸ παρὰ τῷ ∆ιονυσίῳ πολλὰ τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι, πλεονασμῷ τοῦ ἰῶτα. ̓Ιστέον γὰρ οτι τὰ εἰς ευς πενταχῶς ειχον τὴν κλίσιν παρὰ τοῖς παλαιοῖς, διὰ τοῦ εος κοινῶς, διὰ τοῦ εως ̓Αττικῶς, διὰ τοῦ ηος κατὰ τὴν νέαν ̓Ιάδα, κατὰ δὲ τὴν παλαιὰν καὶ διὰ τοῦ εϊος κατὰ παράλυσιν τῆς ει διφθόγ γου, καὶ διὰ τοῦ ιος ἐκτεταμένου τοῦ ἰῶτα, ὡς καὶ Σωφρόνιος λέγει. ̓Εκεῖ δέ φησι καὶ οἱ Βουλιμεῖς, ους τινες διὰ τοῦ ν γράφουσι Βουλινεῖς η Βουλίνους. Τὰς δὲ Λιβυρνίδας νήσους ἱστόρηται περὶ μʹ ειναι τὸν ἀριθμόν· παρονομάζονται δὲ ἀπὸ Λιβυρνῶν· εθνος δὲ οἱ Λιβυρνοὶ ἐν τοῖς ἐνδοτέροις τοῦ ̓Αδρίου, ἀπό τινος Λιβυρνοῦ ἀνδρὸς εὑρόντος τὰ Λιβυρνικὰ λεγόμενα σκάφη. ̓Ιστέον δὲ οτι ἐν Λατινικῷ λεξικῷ ευρηται οτι Λιβυρνίδες νῆες αἱ μακραί. 389 Οτι τῆς ̓Ιλλυρικῆς χώρας πέρας αἱ ἡλίβατοι κολῶναι, τὰ Κεραύνια ορη, ουτω