47
γίνεται, ἀλλὰ δι' ἑτέρους. Πολλάκις δὲ καὶ δι' ἀναξίων ταῦτα ἐγίνετο. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνδρῶν ἀναξίων δι' ἑτέρους ταῦτα γίνεται, ὅπου γε καὶ δι' ἁγίων; καὶ γὰρ Παῦλός φησι· Πάντα ὑμῶν εἰσιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε ζωὴ εἴτε θάνατος· καὶ πάλιν, ὅτι Αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἂν ἐκώλυσε πάντας διαφθαρῆναι. Συμβαίνει γὰρ ἄρχοντας μὲν εἶναι φαύλους καὶ μιαροὺς, τοὺς δὲ ἀρχομένους ἐπιεικεῖς καὶ μετρίους, καὶ λαϊκοὺς μὲν ἐν εὐλαβείᾳ ζῇν, ἱερέας δὲ ἐν πονηρίᾳ· καὶ οὐκ ἔμελλεν οὐδὲ βάπτισμα εἶναι, οὔτε σῶμα Χριστοῦ, οὔτε προσφορὰ δι' ἐκείνων, εἰ πανταχοῦ τὴν ἀξίαν ἡ χάρις ἐζήτει. Νυνὶ δὲ καὶ δι' ἀναξίων εἴωθεν ἐνεργεῖν ὁ Θεὸς, καὶ οὐδὲν τοῦ βαπτίσματος ἡ χάρις παρὰ τοῦ βίου τοῦ ἱερέως παραβλάπτεται· ἐπεὶ ἔμελλεν ὁ λαμβάνων ἐλαττοῦσθαι. Ὥστε εἰ καὶ σπανιάκις γίνεται ταῦτα, γίνεται γοῦν ὅμως. Ταῦτα δὲ λέγω, ἵνα μή τις τῶν παρεστώτων τὸν βίον περιεργαζόμενος τοῦ ἱερέως, σκανδαλίζηται περὶ τὰ τελούμενα. Οὐδὲν γὰρ ἄνθρωπος εἰς τὰ προκείμενα εἰσάγει, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, κἀκεῖνός ἐστιν ὑμᾶς ὁ μυσταγωγῶν. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. Ἵνα γὰρ μὴ δόξῃ φιλοτιμίας ἕνεκεν εἰρηκέναι ταῦτα ἅπερ εἴρηκεν, ὅτι Ὁ πνευματικὸς ἀνακρίνει τὰ πάντα, καὶ ὅτι Ὑπ' οὐδενὸς ἀνακρίνεται, καὶ ὅτι Νοῦν Χριστοῦ ἔχομεν, καὶ τὸν τῦφον αὐτῶν καταστέλλων, ὅρα τί φησιν· Οὐ διὰ τοῦτο, φησὶν, ἐσίγησα, ὡς οὐδὲν πλέον δυνάμενος ὑμῖν εἰπεῖν, ἀλλ' ὅτι σαρκικοί ἐστε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. βʹ. ∆ιὰ τί μὴ εἶπεν, Οὐ θέλετε, ἀλλ', Οὐ δύνασθε; Ὅτι [καὶ] τοῦτο ἀντ' ἐκείνου τέθεικε. Τὸ γὰρ μὴ δύνασθαι, τοῦτο ἀπὸ τοῦ μὴ θέλειν ἐστίν· ὅπερ αὐτοῖς μὲν φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώμην. Εἰ μὲν γὰρ ἀπὸ φύσεως οὐκ ἠδύναντο, ἴσως ἄν τις συνέγνω· ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας. Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐτοὺς σαρκικούς· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καίτοι καὶ πορνείας καὶ ἀσελγείας ἔχων αὐτῶν εἰπεῖν, ἐκεῖνο μᾶλλον τίθησι τὸ ἁμάρτημα, ὅπερ ἐσπούδασε διορθώσασθαι τέως. Εἰ δὲ ζῆλος σαρκικοὺς ποιεῖ, ὥρα λοιπὸν ἅπαντας ὀλολῦξαι μέγα καὶ σάκκον περιβαλέσθαι καὶ σποδὸν ὑποστρώσασθαι. Τίς γὰρ τοῦ πάθους τούτου καθαρός; πλὴν εἰ μὴ ἀπ' ἐμαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζομαι. Εἰ ζῆλος σαρκικοὺς ποιεῖ καὶ οὐκ ἀφίησιν εἶναι πνευματικοὺς, καίτοι γε προφητεύοντας καὶ ἕτερα θαυμαστὰ ἐπιδεικνυμένους· ὅταν μηδὲ χάρις 61.70 τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι; Ἐντεῦθεν μανθάνομεν, ὅτι εἰκότως ἔλεγεν ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐμποδίζει δόγμασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα μεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόμενον ἀναβλέψαι ταχέως πρὸς τὸ τῶν παρ' ἡμῖν δογμάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν μέλλοντα θηρᾷν τὴν ἀλήθειαν. Ὁ γὰρ τούτων ἀπηλλαγμένος, καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν μόνον, μηδὲ τὸ μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόμιζε, ἀλλὰ χρὴ πάντα συνδραμεῖν τῷ ζητοῦντι τἀληθές. ∆ιό φησι Πέτρος· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι· τουτέστι, καλεῖ καὶ ἐπισπᾶται αὐτὸν πρὸς τὴν ἀλήθειαν. Οὐχ ὁρᾷς Παῦλον, ὅτι πάντων σφοδρότερος ἦν ἐν τῷ πολεμεῖν καὶ διώκειν; ἀλλ' ὅμως ἐπειδὴ βίον ἄληπτον εἶχε, καὶ οὐ πάθει ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, καὶ ἐδέχθη καὶ πάντας ὑπερηκόντισεν. Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ