μοι ἀποδιδόατε. Καὶ ἐγὼ μὲν τῶν ἄλλων κατολιγωρῶν φαίνομαι, διατριβὴ δέ μοι καὶ μέλησις τὸ ὑμέτερον· ὅθεν διαγρυπνῶν μέχρι πόρρω νυκτῶν παρανατει λάσης ἡμέρας εὐθὺς περὶ τὰ βιβλία πάλιν, ὥσπερ μοι ἔθος ἐστί, καταγίνο μαι, οὐχ ἵν' αὐτός τι ἐκεῖθεν πορίσωμαι, ἀλλ' ὅπως ἂν ὑμῖν τὸν ἐκεῖθεν συνερανίσωμαι νοῦν. τί γὰρ ἐμοὶ καὶ τοῖς μύθοις ἢ ταῖς φωναῖς; ἀλλ' ὑμῶν χάριν μέχρι τοσούτου συγκαταβαίνω καὶ τὰ χθαμαλὰ ταῦτα καὶ περιπέζια τοῖς ὑπερτέροις κατακιρνῶν μουσικῶς ὑμῖν τὸ τῆς φιλοσοφίας πόμα προσάγω. ὑμεῖς δέ, ὥσπερ αὐτοὶ διαγρυπνοῦντες ἐπὶ τοῖς φροντίσμασι καὶ μηδ' ὅσον τὴν χεῖρα τῇ γνάθῳ ὑπαγκωνίσαντες, εἶτα ἐρωτᾶν ἕτερος τὸν ἕτερον προωθεῖ καὶ ὁ μὲν ὑμῶν τὸ ἐπιτυχὸν φθέγγεται, ὁ δὲ κατὰ τὰς Ἀναξαγόρου εἰκόνας σκεπτομένῳ ἔοικε. Καὶ Πλάτων μέν, ἐν οἷς δὴ τὴν ἐν τῷ δεσμωτηρίῳ ποιεῖται τοῦ Σωκρά τους δημηγορίαν περὶ ψυχῆς, τοὺς εἰσεληλυθότας ἀπαριθμεῖται, Κρίτωνά τε καὶ Ἀπολλόδωρον καὶ τὸν Μεγαρόθεν Εὐκλείδην καὶ Κέβητα. τὸ δὲ ἐν τούτοις σπουδαζόμενον ἦν ὁ περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγος. Σιμμίας δὲ καὶ Κέβης ὁ Θηβαῖος, οὐχ ὥσπερ ὑμεῖς ἐξ αὐτομάτου τύχης κατὰ τὰ χρηστήρια τὰς ἐρωτήσεις ἀναπνέοντες, ἀλλὰ πάλαι πρὸς ταύτας παρεσκευασμένοι, ὁ μὲν «δέδοικα», ἔφη, «ὦ Σώκρατες, μὴ ἁρμονία τοῦ σώματος ἡ ψυχὴ εἴη, εἶτα τούτου διαρραγέντος καὶ τὸ μέλος ἀφανισθείη, ὥσπερ ἐπὶ τῆς λύρας ἔχει καὶ τῶν χορδῶν»· ἐφ' οἷς τοῦ Σωκράτους εἰρηκότος ἄλλα τε καὶ ὅτι ἡ μὲν ἁρμονία ὑστέρα τῆς λύρας, ἡ δὲ ψυχὴ οὐχ οὕτως προωμολόγηται, ἅτερος ὑπέκρουσεν ὅτι «κἀγὼ περιδεής εἰμι, ὦ Σώκρατες, μὴ ἡ ψυχὴ πολλὰ μεταμειψαμένη σώματα ὥσπερ ὁ ὑφάντης χιτῶνας πολλοὺς συναπολυθῇ τῷ τελευταίῳ»· ἐφ' οἷς ὁ φιλόσοφος τὴν πολλὴν πραγματείαν τῆς φύσεως ἐνεδείξατο, εἶτα πρὸς τὸ ζητούμενον ὁδῷ βαδίζων ἐληλυθὼς ἄριστα τὸ ἀπόρημα διαλέλυκεν. ὑμεῖς δὲ οὐχ οὕτως (πολλοῦ γε καὶ δεῖ)· ζῆτε γὰρ κατὰ τὰς κοινὰς ὑπολήψεις, καὶ οὐ φροντὶς ὑμῖν οὔτε περὶ ὧν ἡ φύσις ποιεῖ οὔτε περὶ ὧν νεανιεύεται τὸ αὐτόματον, ἀλλ' ἀμελεῖτε καὶ ὧν νοῦς ἐργάτης ἐστί. καὶ ὃς μὲν ὑμῶν «τί δέ μοι μέλει», φησί, «τὰς αἰτίας τῶν περὶ γῆν χασμάτων εἰδέναι;» ὁ δὲ «τί μέγα, εἰ μάθοιμι ὁπόθεν τὸ θαλάττιον ὕδωρ ἁλμυρὸν πέφυκε;» καὶ «πῶς ἐκ τούτου τὰ πρὸς ζωὴν συμπορίσαιμι;» ἄλλος τὸν θεὸν τῶν σεισμῶν αἰτιᾶται καὶ μέχρι τούτου φιλοσοφεῖ καί, ὥσπερ ἐμοῦ τὴν τύχην καὶ τὸ αὐτόματον λέγοντος, τῆς μέσης οὐκ ἐπαισθάνεται φύσεως. Τί δέ, ὦ βέλτιστε; κάλλιον σὺ ἐμοῦ οἴει ὅτι θεὸς τοῖς πᾶσιν ἐφίσταται καὶ μία πάντων ἀρχή, πάντα τε ἐκεῖθεν πρόεισι καὶ ἐκεῖσε ἄνεισιν; ἀλλὰ καὶ τοῦτο οἰόμενος καὶ τὴν φύσιν μέσον τοῦ δημιουργοῦ καὶ τῶν δημιουρ γημάτων φαντάζομαι, ἥτις ὥσπερ χείρ ἐστι τοῦ πρώτου αἰτίου, καὶ δι' αὐτῆς ἐφ' ἑαυτοῦ μένων ἀκίνητος τὰ τῇδε οἰκονομεῖ καὶ τὰς ὥρας συγκεραννύμενος ἄλυπον ἡμῖν τὸν βίον ἐργάζεται. τοσοῦτος γὰρ αὐχμὸς σοφίας ἐπὶ τοῦ καθ' ἡμᾶς βίου ἐγένετο, καὶ οὕτω πάντες ἐπὶ τὴν τοῦ ἀμαθεστάτου ταύτην ἐπιστήμην κοινῶς συνηλάθησαν, ὥστε τοὺς πολλοὺς οἴεσθαι μὴ καὶ τὸν ὑετὸν ἐκ τῶν νεφῶν καταρρήγνυσθαι, ἀλλὰ κατὰ τὸ Ἐρατοσθένους λεγόμενον κόσκινον διατετρῆσθαι τὸν οὐρανὸν κἀκεῖθεν ταῖς χερσὶν ἀποθλίβοντα τὸ ὕδωρ διηθεῖν. ἀλλὰ διὰ τί, ὦ βέλτιστοι, θέρους οὐχ οὕτω ποιεῖ; ὅτι, φασί, τὸ δόξαν ποιεῖ, ὥσπερ οὐ σοφίαν αὐτῷ διδόντες οὐδ' ἐπιστήμην τῶν γινομένων, ἀλλ' ἀλογίαν (ἱλήκοι δὲ ἡμῖν ὁ θεός) καὶ ἀπερίσκεπτον τῶν πραττομένων ὁρμήν. Ἔγωγ' οὖν ὑμᾶς βούλομαι ἀποτρόφους μὲν εἶναι τῶν κοινῶν ἐθῶν, τροφίμους δὲ ταῖς ἐπιστήμαις, καὶ νῦν μὲν τῶν νοημάτων ἐπιμελεῖσθαι, νῦν δὲ τὴν γλῶτταν ἀνακαθαίρειν καὶ περὶ τὴν περιβολὴν τοῦ λόγου πονεῖν, εἰδέναι τε ὡς ἡ Ἑλληνικὴ σοφία, περὶ τὴν δόξαν τοῦ θείου δι αμαρτάνουσα καὶ τὸ θεολογικὸν μέρος οὐκ ἀναμάρτητον ἔχουσα, τὴν φύσιν οὕτως ἐγνώρισεν ὡς αὐτὸς ὁ πλάστης ἐποίησε. χρὴ οὖν ἡμᾶς ἐκεῖθεν μὲν